Rom 4:1-25
Romans 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1τί
οὖν
ἐροῦμεν
εὑρηκέναι
Ἀβραὰμ
τὸν
προπάτορα
ἡμῶν,
κατὰ
σάρκα;
2εἰ
γὰρ
Ἀβραὰμ
ἐξ
ἔργων
ἐδικαιώθη,
ἔχει
καύχημα·
ἀλλ᾽
οὐ
πρὸς
θεόν.
3τί
γὰρ
ἡ
γραφὴ
λέγει;
ἐπίστευσεν
δὲ
Ἀβραὰμ
τῷ
θεῷ,
καὶ
ἐλογίσθη
αὐτῷ
εἰς
δικαιοσύνην.
4τῷ
δὲ
ἐργαζομένῳ,
ὁ
μισθὸς
οὐ
λογίζεται
κατὰ
χάριν,
ἀλλὰ
κατὰ
ὀφείλημα·
5τῷ
δὲ
μὴ
ἐργαζομένῳ,
πιστεύοντι
δὲ
ἐπὶ
τὸν
δικαιοῦντα
τὸν
ἀσεβῆ
λογίζεται
ἡ
πίστις
αὐτοῦ
εἰς
δικαιοσύνην·
6καθάπερ
καὶ
Δαυεὶδ
λέγει
τὸν
μακαρισμὸν
τοῦ
ἀνθρώπου
ᾧ
ὁ
θεὸς
λογίζεται
δικαιοσύνην
χωρὶς
ἔργων·
7Μακάριοι
ὧν
ἀφέθησαν
αἱ
ἀνομίαι,
καὶ
ὧν
ἐπεκαλύφθησαν
αἱ
ἁμαρτίαι.
8μακάριος
ἀνὴρ
οὗ
οὐ
μὴ
λογίσηται
κύριος
ἁμαρτίαν.
9ὁ
μακαρισμὸς
οὖν
οὗτος
ἐπὶ
τὴν
περιτομήν,
ἢ
καὶ
ἐπὶ
τὴν
ἀκροβυστίαν;
λέγομεν
γάρ,
ἐλογίσθη
τῷ
Ἀβραὰμ
ἡ
πίστις
εἰς
δικαιοσύνην.
10πῶς
οὖν
ἐλογίσθη;
ἐν
περιτομῇ
ὄντι,
ἢ
ἐν
ἀκροβυστίᾳ;
οὐκ
ἐν
περιτομῇ
ἀλλ᾽
ἐν
ἀκροβυστίᾳ·
11καὶ
σημεῖον
ἔλαβεν
περιτομῆς,
σφραγῖδα
τῆς
δικαιοσύνης
τῆς
πίστεως—
τῆς
ἐν
τῇ
ἀκροβυστίᾳ·
εἰς
τὸ
εἶναι
αὐτὸν
πατέρα
πάντων
τῶν
πιστευόντων
δι᾽
ἀκροβυστίας·
εἰς
τὸ
λογισθῆναι
αὐτοῖς
τὴν
δικαιοσύνην·
12καὶ
πατέρα
περιτομῆς
τοῖς
οὐκ
ἐκ
περιτομῆς
μόνον,
ἀλλὰ
καὶ
τοῖς
στοιχοῦσιν
τοῖς
ἴχνεσιν
τῆς
ἐν
ἀκροβυστίᾳ
πίστεως
τοῦ
πατρὸς
ἡμῶν
Ἀβραάμ.
13οὐ
γὰρ
διὰ
νόμου
ἡ
ἐπαγγελία
τῷ
Ἀβραὰμ
ἢ
τῷ
σπέρματι
αὐτοῦ
τὸ
κληρονόμον
αὐτὸν
εἶναι
κόσμου,
ἀλλὰ
διὰ
δικαιοσύνης
πίστεως.
14εἰ
γὰρ
οἱ
ἐκ
νόμου
κληρονόμοι,
κεκένωται
ἡ
πίστις·
καί,
κατήργηται
ἡ
ἐπαγγελία·
15ὁ
γὰρ
νόμος
ὀργὴν
κατεργάζεται·
(οὗ
δὲ
οὐκ
ἔστιν
νόμος
οὐδὲ
παράβασις.)
16διὰ
τοῦτο
ἐκ
πίστεως·
ἵνα
κατὰ
χάριν·
εἰς
τὸ
εἶναι
βεβαίαν
τὴν
ἐπαγγελίαν
παντὶ
τῷ
σπέρματι,
οὐ
τῷ
ἐκ
τοῦ
νόμου
μόνον,
ἀλλὰ
καὶ
τῷ
ἐκ
πίστεως
Ἀβραάμ·
ὅς
ἐστιν
πατὴρ
πάντων
ἡμῶν.
17καθὼς
γέγραπται
ὅτι,
Πατέρα
πολλῶν
ἐθνῶν
τέθεικά
σε.
κατέναντι
οὗ
ἐπίστευσεν
θεοῦ
τοῦ
ζωοποιοῦντος
τοὺς
νεκροὺς
καὶ
καλοῦντος
τὰ
μὴ
ὄντα
ὡς
ὄντα·
18ὃς
παρ᾽
ἐλπίδα
ἐπ᾽
ἐλπίδι—
ἐπίστευσεν
εἰς
τὸ
γενέσθαι
αὐτὸν
πατέρα
πολλῶν
ἐθνῶν·
κατὰ
τὸ
εἰρημένον,
Οὕτως
ἔσται
τὸ
σπέρμα
σου·
19καὶ
μὴ
ἀσθενήσας
τῇ
πίστει,
κατενόησεν
τὸ
ἑαυτοῦ
σῶμα
ἤδη
νενεκρωμένον,
ἑκατονταετής
που
ὑπάρχων—
καὶ
τὴν
νέκρωσιν
τῆς
μήτρας
Σάρρας·
20εἰς
δὲ
τὴν
ἐπαγγελίαν
τοῦ
θεοῦ
οὐ
διεκρίθη
τῇ
ἀπιστίᾳ,
ἀλλὰ
ἐνεδυναμώθη
τῇ
πίστει,
δοὺς
δόξαν
τῷ
θεῷ·
21καὶ
πληροφορηθεὶς
ὅτι
ὃ
ἐπήγγελται
δυνατός
ἐστιν
καὶ
ποιῆσαι.
22διὸ
καί,
ἐλογίσθη
αὐτῷ
εἰς
δικαιοσύνην.
23οὐκ
ἐγράφη
δὲ
δι᾽
αὐτὸν
μόνον·
ὅτι
ἐλογίσθη
αὐτῷ,
24ἀλλά,
καί,
δι᾽
ἡμᾶς
οἷς
μέλλει
λογίζεσθαι
τοῖς
πιστεύουσιν,
ἐπὶ
τὸν
ἐγείραντα
Ἰησοῦν
τὸν
κύριον
ἡμῶν
ἐκ
νεκρῶν·
25ὃς
παρεδόθη
διὰ
τὰ
παραπτώματα
ἡμῶν,
καὶ
ἠγέρθη
διὰ
τὴν
δικαίωσιν
ἡμῶν.