Rom 5:1-21
Romans 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1δικαιωθέντες,
οὖν,
ἐκ
πίστεως,
εἰρήνην
ἔχομεν
πρὸς
τὸν
θεὸν
διὰ
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ·
2δι᾽
οὗ
καὶ
τὴν
προσαγωγὴν
ἐσχήκαμεν,
τῇ
πίστει,
εἰς
τὴν
χάριν
ταύτην
ἐν
ᾗ
ἑστήκαμεν
καὶ
καυχώμεθα
ἐπ᾽
ἐλπίδι
τῆς
δόξης
τοῦ
θεοῦ.
3οὐ
μόνον
δέ,
ἀλλὰ
καὶ
καυχώμεθα,
ἐν
ταῖς
θλίψεσιν,
εἰδότες
ὅτι
ἡ
θλῖψις
ὑπομονὴν
κατεργάζεται·
4ἡ
δὲ
ὑπομονὴ
δοκιμήν,
ἡ
δὲ
δοκιμὴ
ἐλπίδα.
5ἡ
δὲ
ἐλπὶς
οὐ
καταισχύνει.
ὅτι
ἡ
ἀγάπη
τοῦ
θεοῦ
ἐκκέχυται
ἐν
ταῖς
καρδίαις
ἡμῶν,
διὰ
πνεύματος
ἁγίου
τοῦ
δοθέντος
ἡμῖν.
6ἔτι
γὰρ
Χριστὸς
ὄντων
ἡμῶν
ἀσθενῶν
ἔτι,
κατὰ
καιρὸν
ὑπὲρ
ἀσεβῶν
ἀπέθανεν.
7μόλις,
γάρ,
ὑπὲρ
δικαίου
τις
ἀποθανεῖται,
ὑπὲρ
γὰρ
τοῦ
ἀγαθοῦ
τάχα
τις
καὶ
τολμᾷ
ἀποθανεῖν.
8συνίστησιν
δὲ
τὴν
ἑαυτοῦ
ἀγάπην
εἰς
ἡμᾶς
ὁ
θεὸς
ὅτι
ἔτι
ἁμαρτωλῶν
ὄντων
ἡμῶν
Χριστὸς
ὑπὲρ
ἡμῶν
ἀπέθανεν.
9πολλῷ
οὖν
μᾶλλον
δικαιωθέντες
νῦν
ἐν
τῷ
αἵματι
αὐτοῦ,
σωθησόμεθα
δι᾽
αὐτοῦ
ἀπὸ
τῆς
ὀργῆς.
10εἰ
γὰρ
ἐχθροὶ
ὄντες
κατηλλάγημεν
τῷ
θεῷ
διὰ
τοῦ
θανάτου
τοῦ
υἱοῦ
αὐτοῦ,
πολλῷ
μᾶλλον
καταλλαγέντες
σωθησόμεθα
ἐν
τῇ
ζωῇ
αὐτοῦ·
11οὐ
μόνον
δὲ
ἀλλὰ
καὶ
καυχώμενοι
ἐν
τῷ
θεῷ
διὰ
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ
δι᾽
οὗ
νῦν
τὴν
καταλλαγὴν
ἐλάβομεν.
12διὰ
τοῦτο
ὥσπερ
δι᾽
ἑνὸς
ἀνθρώπου,
ἡ
ἁμαρτία
εἰς
τὸν
κόσμον
εἰσῆλθεν·
καὶ
διὰ
τῆς
ἁμαρτίας
ὁ
θάνατος,
καὶ
οὕτως
εἰς
πάντας
ἀνθρώπους
ὁ
θάνατος
διῆλθεν,
ἐφ᾽
ᾧ
πάντες
ἥμαρτον.
13ἄχρι
γάρ,
νόμου
ἁμαρτία
ἦν
ἐν
κόσμῳ·
ἁμαρτία
δὲ
οὐκ
ἐλλογεῖται
μὴ
ὄντος
νόμου·
14ἀλλά,
ἐβασίλευσεν
ὁ
θάνατος—
ἀπὸ
Ἀδὰμ
μέχρι
Μωυσέως—
καὶ
ἐπὶ
τοὺς
μὴ
ἁμαρτήσαντας,
ἐπὶ
τῷ
ὁμοιώματι
τῆς
παραβάσεως
Ἀδάμ·
ὅς
ἐστιν
τύπος,
τοῦ
μέλλοντος.
15ἀλλ᾽
οὐχ
ὡς
τὸ
παράπτωμα
οὕτως
καὶ
τὸ
χάρισμα·
εἰ
γὰρ
τῷ
τοῦ
ἑνὸς
παραπτώματι,
οἱ
πολλοὶ
ἀπέθανον·
πολλῷ
μᾶλλον
ἡ
χάρις
τοῦ
θεοῦ
καὶ
ἡ
δωρεὰ
ἐν
χάριτι
τῇ
τοῦ
ἑνὸς
ἀνθρώπου,
Ἰησοῦ
Χριστοῦ,
εἰς
τοὺς
πολλοὺς
ἐπερίσσευσεν.
16καὶ
οὐχ
ὡς
δι᾽
ἑνὸς
ἁμαρτήσαντος
τὸ
δώρημα·
τὸ
μὲν
γὰρ
κρίμα
ἐξ
ἑνὸς
εἰς
κατάκριμα,
τὸ
δὲ
χάρισμα
ἐκ
πολλῶν
παραπτωμάτων,
εἰς
δικαίωμα.
17εἰ
γὰρ
τῷ
τοῦ
ἑνὸς
παραπτώματι,
ὁ
θάνατος
ἐβασίλευσεν
διὰ
τοῦ
ἑνός·
πολλῷ
μᾶλλον
οἱ
τὴν
περισσείαν
τῆς
χάριτος
καὶ
τῆς
δωρεᾶς
τῆς
δικαιοσύνης,
λαμβάνοντες
ἐν
ζωῇ
βασιλεύσουσιν
διὰ
τοῦ
ἑνός,
Ἰησοῦ
Χριστοῦ.
18ἄρα
οὖν,
ὡς
δι᾽
ἑνὸς
παραπτώματος
εἰς
πάντας
ἀνθρώπους
εἰς
κατάκριμα,
οὕτως
καὶ
δι᾽
ἑνὸς
δικαιώματος
εἰς
πάντας
ἀνθρώπους
εἰς
δικαίωσιν
ζωῆς·
19ὥσπερ
γὰρ
διὰ
τῆς
παρακοῆς
τοῦ
ἑνὸς
ἀνθρώπου,
ἁμαρτωλοὶ
κατεστάθησαν
οἱ
πολλοί·
οὕτως
καὶ
διὰ
τῆς
ὑπακοῆς
τοῦ
ἑνός,
δίκαιοι
κατασταθήσονται
οἱ
πολλοί.
20νόμος
δὲ
παρεισῆλθεν
ἵνα
πλεονάσῃ
τὸ
παράπτωμα·
οὗ
δὲ
ἐπλεόνασεν
ἡ
ἁμαρτία,
ὑπερεπερίσσευσεν
ἡ
χάρις·
21ἵνα
ὥσπερ
ἐβασίλευσεν
ἡ
ἁμαρτία
ἐν
τῷ
θανάτῳ,
οὕτως
καὶ
ἡ
χάρις
βασιλεύσῃ,
διὰ
δικαιοσύνης
εἰς
ζωὴν
αἰώνιον
διὰ
Ἰησοῦ
Χριστοῦ
τοῦ
κυρίου
ἡμῶν.