Rom 7:1-25
Romans 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ἤ,
ἀγνοεῖτε,
ἀδελφοί—
γινώσκουσιν
γὰρ
νόμον
λαλῶ—
ὅτι
ὁ
νόμος
κυριεύει
τοῦ
ἀνθρώπου
ἐφ᾽
ὅσον
χρόνον
ζῇ;
2ἡ
γὰρ
ὕπανδρος
γυνή,
τῷ
ζῶντι
ἀνδρὶ
δέδεται
νόμῳ·
ἐὰν
δὲ
ἀποθάνῃ
ὁ
ἀνήρ,
κατήργηται
ἀπὸ
τοῦ
νόμου
τοῦ
ἀνδρός.
3ἄρα
οὖν
ζῶντος
τοῦ
ἀνδρός,
μοιχαλὶς
χρηματίσει
ἐὰν
γένηται
ἀνδρὶ
ἑτέρῳ·
ἐὰν
δὲ
ἀποθάνῃ
ὁ
ἀνήρ,
ἐλευθέρα
ἐστὶν
ἀπὸ
τοῦ
νόμου,
τοῦ
μὴ
εἶναι
αὐτὴν
μοιχαλίδα
γενομένην
ἀνδρὶ
ἑτέρῳ.
4ὥστε,
ἀδελφοί
μου,
καὶ
ὑμεῖς
ἐθανατώθητε
τῷ
νόμῳ
διὰ
τοῦ
σώματος
τοῦ
Χριστοῦ·
εἰς
τὸ
γενέσθαι
ὑμᾶς
ἑτέρῳ
τῷ
ἐκ
νεκρῶν
ἐγερθέντι·
ἵνα,
καρποφορήσωμεν
τῷ
θεῷ.
5ὅτε
γὰρ
ἦμεν
ἐν
τῇ
σαρκί,
τὰ
παθήματα
τῶν
ἁμαρτιῶν
τὰ
διὰ
τοῦ
νόμου
ἐνηργεῖτο
ἐν
τοῖς
μέλεσιν
ἡμῶν,
εἰς
τὸ
καρποφορῆσαι,
τῷ
θανάτῳ·
6νυνὶ
δὲ
κατηργήθημεν
ἀπὸ
τοῦ
νόμου,
ἀποθανόντες
ἐν
ᾧ
κατειχόμεθα·
ὥστε
δουλεύειν
ἡμᾶς
ἐν
καινότητι
πνεύματος,
καὶ
οὐ
παλαιότητι
γράμματος.
7τί
οὖν
ἐροῦμεν;
ὁ
νόμος
ἁμαρτία;
μὴ
γένοιτο·
ἀλλά,
τὴν
ἁμαρτίαν
οὐκ
ἔγνων
εἰ
μὴ
διὰ
νόμου·
τήν
τε
γὰρ
ἐπιθυμίαν
οὐκ
ᾔδειν
εἰ
μὴ
ὁ
νόμος
ἔλεγεν,
Οὐκ
ἐπιθυμήσεις.
8ἀφορμὴν
δὲ
λαβοῦσα
ἡ
ἁμαρτία
διὰ
τῆς
ἐντολῆς
κατειργάσατο
ἐν
ἐμοὶ
πᾶσαν
ἐπιθυμίαν,
χωρὶς
γὰρ
νόμου
ἁμαρτία
νεκρά.
9ἐγὼ
δὲ
ἔζων
χωρὶς
νόμου
ποτέ,
ἐλθούσης
δὲ
τῆς
ἐντολῆς
ἡ
ἁμαρτία
ἀνέζησεν,
10ἐγὼ
δὲ
ἀπέθανον.
καὶ
εὑρέθη
μοι
ἡ
ἐντολή,
ἡ
εἰς
ζωήν,
αὕτη
εἰς
θάνατον·
11ἡ
γὰρ
ἁμαρτία
ἀφορμὴν
λαβοῦσα
διὰ
τῆς
ἐντολῆς
ἐξηπάτησέν
με·
καὶ
δι᾽
αὐτῆς
ἀπέκτεινεν.
12ὥστε,
ὁ
μὲν
νόμος
ἅγιος,
καὶ
ἡ
ἐντολὴ
ἁγία
καὶ
δικαία
καὶ
ἀγαθή.
13τὸ
οὖν
ἀγαθὸν
ἐμοί,
ἐγένετο
θάνατος;
μὴ
γένοιτο·
ἀλλὰ
ἡ
ἁμαρτία,
ἵνα
φανῇ
ἁμαρτία,
διὰ
τοῦ
ἀγαθοῦ
μοι
κατεργαζομένη
θάνατον·
ἵνα
γένηται
καθ᾽
ὑπερβολὴν
ἁμαρτωλὸς
ἡ
ἁμαρτία
διὰ
τῆς
ἐντολῆς.
14οἴδαμεν
γάρ,
ὅτι
ὁ
νόμος
πνευματικός
ἐστιν·
ἐγὼ
δὲ
σάρκινός
εἰμι,
πεπραμένος
ὑπὸ
τὴν
ἁμαρτίαν.
15ὃ
γὰρ
κατεργάζομαι
οὐ
γινώσκω,
οὐ
γὰρ
ὃ
θέλω
τοῦτο
πράσσω·
ἀλλ᾽
ὃ
μισῶ
τοῦτο
ποιῶ.
16εἰ
δὲ
ὃ
οὐ
θέλω
τοῦτο
ποιῶ,
σύμφημι
τῷ
νόμῳ
ὅτι
καλός.
17νυνὶ
δὲ
οὐκέτι
ἐγὼ
κατεργάζομαι
αὐτό·
ἀλλὰ
ἡ
ἐνοικοῦσα
ἐν
ἐμοὶ
ἁμαρτία.
18οἶδα
γὰρ
ὅτι
οὐκ
οἰκεῖ
ἐν
ἐμοί,
τοῦτ᾽
ἔστιν,
ἐν
τῇ
σαρκί
μου,
ἀγαθόν·
τὸ
γὰρ
θέλειν
παράκειταί
μοι,
τὸ
δὲ
κατεργάζεσθαι
τὸ
καλὸν
οὔ.
19οὐ
γὰρ
ὃ
θέλω
ποιῶ
ἀγαθόν·
ἀλλὰ
ὃ
οὐ
θέλω
κακόν,
τοῦτο
πράσσω.
20εἰ
δὲ
ὃ
οὐ
θέλω
τοῦτο
ποιῶ,
οὐκέτι
ἐγὼ
κατεργάζομαι
αὐτό·
ἀλλὰ
ἡ
οἰκοῦσα
ἐν
ἐμοὶ
ἁμαρτία.
21εὑρίσκω
ἄρα
τὸν
νόμον,
τῷ
θέλοντι
ἐμοὶ
ποιεῖν
τὸ
καλόν,
ὅτι
ἐμοὶ
τὸ
κακὸν
παράκειται.
22συνήδομαι
γὰρ
τῷ
νόμῳ
τοῦ
θεοῦ
κατὰ
τὸν
ἔσω
ἄνθρωπον.
23βλέπω
δὲ
ἕτερον
νόμον
ἐν
τοῖς
μέλεσίν
μου
ἀντιστρατευόμενον
τῷ
νόμῳ
τοῦ
νοός
μου·
καὶ
αἰχμαλωτίζοντά
με
ἐν
τῷ
νόμῳ
τῆς
ἁμαρτίας
τῷ
ὄντι
ἐν
τοῖς
μέλεσίν
μου.
24ταλαίπωρος
ἐγὼ
ἄνθρωπος·
τίς
με
ῥύσεται
ἐκ
τοῦ
σώματος
τοῦ
θανάτου
τούτου;
25χάρις
δὲ
τῷ
θεῷ,
διὰ
Ἰησοῦ
Χριστοῦ
τοῦ
κυρίου
ἡμῶν.
ἄρα
οὖν·
αὐτὸς
ἐγὼ
τῷ
μὲν
νοὶ̈
δουλεύω
νόμῳ
θεοῦ,
τῇ
δὲ
σαρκὶ
νόμῳ
ἁμαρτίας.