Rom 8:1-39
Romans 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1οὐδὲν
ἄρα
νῦν
κατάκριμα
τοῖς
ἐν
Χριστῷ
Ἰησοῦ.
2ὁ
γὰρ
νόμος
τοῦ
πνεύματος
τῆς
ζωῆς
ἐν
Χριστῷ
Ἰησοῦ
ἠλευθέρωσέν
σε
ἀπὸ
τοῦ
νόμου
τῆς
ἁμαρτίας
καὶ
τοῦ
θανάτου.
3τὸ
γὰρ
ἀδύνατον
τοῦ
νόμου
ἐν
ᾧ
ἠσθένει
διὰ
τῆς
σαρκός·
ὁ
θεὸς
τὸν
ἑαυτοῦ
υἱὸν
πέμψας
ἐν
ὁμοιώματι
σαρκὸς
ἁμαρτίας·
καὶ
περὶ
ἁμαρτίας
κατέκρινε
τὴν
ἁμαρτίαν
ἐν
τῇ
σαρκί·
4ἵνα
τὸ
δικαίωμα
τοῦ
νόμου
πληρωθῇ
ἐν
ἡμῖν
τοῖς
μὴ
κατὰ
σάρκα
περιπατοῦσιν
ἀλλὰ
κατὰ
πνεῦμα.
5οἱ
γὰρ
κατὰ
σάρκα
ὄντες
τὰ
τῆς
σαρκὸς
φρονοῦσιν,
οἱ
δὲ
κατὰ
πνεῦμα
τὰ
τοῦ
πνεύματος.
6τὸ
γὰρ
φρόνημα
τῆς
σαρκὸς
θάνατος·
τὸ
δὲ
φρόνημα
τοῦ
πνεύματος
ζωὴ
καὶ
εἰρήνη·
7διότι
τὸ
φρόνημα
τῆς
σαρκὸς
ἔχθρα
εἰς
θεόν·
τῷ
γὰρ
νόμῳ
τοῦ
θεοῦ
οὐχ
ὑποτάσσεται,
οὐδὲ
γὰρ
δύναται.
8οἱ
δὲ
ἐν
σαρκὶ
ὄντες
θεῷ
ἀρέσαι
οὐ
δύνανται.
9ὑμεῖς
δὲ
οὐκ
ἐστὲ
ἐν
σαρκί·
ἀλλὰ
ἐν
πνεύματι
εἴπερ
πνεῦμα
θεοῦ
οἰκεῖ
ἐν
ὑμῖν.
(εἰ
δέ
τις
πνεῦμα
Χριστοῦ
οὐκ
ἔχει,
οὗτος
οὐκ
ἔστιν
αὐτοῦ.)
10εἰ
δὲ
Χριστὸς
ἐν
ὑμῖν,
τὸ
μὲν
σῶμα
νεκρὸν
διὰ
ἁμαρτίαν,
τὸ
δὲ
πνεῦμα
ζωὴ
διὰ
δικαιοσύνην.
11εἰ
δὲ
τὸ
πνεῦμα,
τοῦ
ἐγείραντος
τὸν
Ἰησοῦν
ἐκ
νεκρῶν,
οἰκεῖ
ἐν
ὑμῖν·
ὁ
ἐγείρας
ἐκ
νεκρῶν
Χριστὸν
Ἰησοῦν,
ζωοποιήσει
καὶ
τὰ
θνητὰ
σώματα
ὑμῶν
διὰ
τοῦ
ἐνοικοῦντος
αὐτοῦ
πνεύματος
ἐν
ὑμῖν.
12ἄρα
οὖν,
ἀδελφοί,
ὀφειλέται
ἐσμὲν
οὐ
τῇ
σαρκὶ
τοῦ
κατὰ
σάρκα
ζῆν·
13εἰ
γὰρ
κατὰ
σάρκα
ζῆτε,
μέλλετε
ἀποθνῄσκειν·
εἰ
δὲ
πνεύματι
τὰς
πράξεις
τοῦ
σώματος
θανατοῦτε,
ζήσεσθε.
14ὅσοι
γὰρ
πνεύματι
θεοῦ
ἄγονται
οὗτοι
υἱοὶ
θεοῦ
εἰσίν.
15οὐ
γὰρ
ἐλάβετε
πνεῦμα
δουλείας
πάλιν
εἰς
φόβον·
ἀλλά,
ἐλάβετε
πνεῦμα
υἱοθεσίας·
ἐν
ᾧ
κράζομεν,
Ἀββά,
ὁ
πατήρ.
16αὐτὸ
τὸ
πνεῦμα
συμμαρτυρεῖ
τῷ
πνεύματι
ἡμῶν
ὅτι
ἐσμὲν
τέκνα
θεοῦ.
17εἰ
δὲ
τέκνα,
καὶ
κληρονόμοι·
κληρονόμοι
μὲν
θεοῦ
συνκληρονόμοι
δὲ
Χριστοῦ·
εἴπερ
συμπάσχομεν,
ἵνα
καὶ
συνδοξασθῶμεν.
18λογίζομαι
γὰρ
ὅτι
οὐκ
ἄξια
τὰ
παθήματα
τοῦ
νῦν
καιροῦ
πρὸς
τὴν
μέλλουσαν
δόξαν
ἀποκαλυφθῆναι
εἰς
ἡμᾶς.
19ἡ
γὰρ
ἀποκαραδοκία
τῆς
κτίσεως
τὴν
ἀποκάλυψιν
τῶν
υἱῶν
τοῦ
θεοῦ
ἀπεκδέχεται.
20τῇ
γὰρ
ματαιότητι
ἡ
κτίσις
ὑπετάγη,
οὐχ
ἑκοῦσα,
ἀλλὰ
διὰ
τὸν
ὑποτάξαντα·
ἐφ᾽
ἑλπίδι,
21ὅτι
καὶ
αὐτὴ
ἡ
κτίσις
ἐλευθερωθήσεται
ἀπὸ
τῆς
δουλείας
τῆς
φθορᾶς
εἰς
τὴν
ἐλευθερίαν
τῆς
δόξης
τῶν
τέκνων
τοῦ
θεοῦ.
22οἴδαμεν
γὰρ
ὅτι
πᾶσα
ἡ
κτίσις
συστενάζει
καὶ
συνωδίνει
ἄχρι
τοῦ
νῦν·
23οὐ
μόνον
δέ,
ἀλλὰ
καὶ
αὐτοὶ
τὴν
ἀπαρχὴν
τοῦ
πνεύματος
ἔχοντες,
ἡμεῖς
καὶ
αὐτοὶ
ἐν
ἑαυτοῖς
στενάζομεν
υἱοθεσίαν
ἀπεκδεχόμενοι,
τὴν
ἀπολύτρωσιν
τοῦ
σώματος
ἡμῶν.
24τῇ
γὰρ
ἐλπίδι
ἐσώθημεν·
(ἐλπὶς
δὲ
βλεπομένη
οὐκ
ἔστιν
ἐλπίς·
ὃ
γὰρ
βλέπει
τίς
ἐλπίζει;
25εἰ
δὲ
ὃ
οὐ
βλέπομεν
ἐλπίζομεν,
δι᾽
ὑπομονῆς
ἀπεκδεχόμεθα.)
26ὡσαύτως
δὲ
καὶ
τὸ
πνεῦμα
συναντιλαμβάνεται
τῇ
ἀσθενείᾳ
ἡμῶν.
τὸ
γάρ,
τί
προσευξώμεθα
καθὸ
δεῖ
οὐκ
οἴδαμεν·
ἀλλὰ
αὐτὸ
τὸ
πνεῦμα
ὑπερεντυγχάνει
στεναγμοῖς
ἀλαλήτοις·
27ὁ
δὲ
ἐραυνῶν
τὰς
καρδίας
οἶδεν
τί
τὸ
φρόνημα
τοῦ
πνεύματος,
ὅτι
κατὰ
θεὸν
ἐντυγχάνει
ὑπὲρ
ἁγίων.
28οἴδαμεν
δὲ
ὅτι
τοῖς
ἀγαπῶσι
τὸν
θεὸν
πάντα
συνεργεῖ
ὁ
θεὸς
εἰς
ἀγαθὸν
τοῖς
κατὰ
πρόθεσιν
κλητοῖς
οὖσιν.
29ὅτι
οὓς
προέγνω,
καὶ
προώρισεν
συμμόρφους
τῆς
εἰκόνος
τοῦ
υἱοῦ
αὐτοῦ,
εἰς
τὸ
εἶναι
αὐτὸν
πρωτότοκον
ἐν
πολλοῖς
ἀδελφοῖς·
30οὓς
δὲ
προώρισεν,
τούτους
καὶ
ἐκάλεσεν·
καὶ
οὓς
ἐκάλεσεν,
τούτους
καὶ
ἐδικαίωσεν·
οὓς
δὲ
ἐδικαίωσεν,
τούτους
καὶ
ἐδόξασεν.
31τί
οὖν
ἐροῦμεν
πρὸς
ταῦτα;
εἰ
ὁ
θεὸς
ὑπὲρ
ἡμῶν,
τίς
καθ᾽
ἡμῶν;
32ὅς
γε
τοῦ
ἰδίου
υἱοῦ
οὐκ
ἐφείσατο
ἀλλὰ
ὑπὲρ
ἡμῶν
πάντων
παρέδωκεν
αὐτόν,
πῶς
οὐχὶ
καὶ
σὺν
αὐτῷ
τὰ
πάντα
ἡμῖν
χαρίσεται;
33τίς
ἐγκαλέσει
κατὰ
ἐκλεκτῶν
θεοῦ;
θεὸς
ὁ
δικαιῶν·
34τίς
ὁ
κατακρινῶν;
Χριστὸς
Ἰησοῦς
ὁ
ἀποθανὼν
μᾶλλον
δὲ
ἐγερθείς
ὃς
ἐστιν
ἐν
δεξιᾷ
τοῦ
θεοῦ,
ὃς
καὶ
ἐντυγχάνει
ὑπὲρ
ἡμῶν.
35τίς
ἡμᾶς
χωρίσει
ἀπὸ
τῆς
ἀγάπης
τοῦ
Χριστοῦ;
θλῖψις
ἢ
στενοχωρία,
ἢ
διωγμός,
ἢ
λιμός,
ἢ
γυμνότης,
ἢ
κίνδυνος,
ἢ
μάχαιρα;
36(καθὼς
γέγραπται
ὅτι,
̔Ένεκεν
σοῦ
θανατούμεθα
ὅλην
τὴν
ἡμέραν·
ἐλογίσθημεν
ὡς
πρόβατα
σφαγῆς.)
37ἀλλ᾽
ἐν
τούτοις
πᾶσιν,
ὑπερνικῶμεν
διὰ
τοῦ
ἀγαπήσαντος
ἡμᾶς.
38πέπεισμαι
γὰρ
ὅτι·
οὔτε
θάνατος
οὔτε
ζωή,
οὔτε
ἄγγελοι
οὔτε
ἀρχαί,
οὔτε
ἐνεστῶτα
οὔτε
μέλλοντα—
οὔτε
δυνάμεις·
39οὔτε
ὕψωμα
οὔτε
βάθος—
οὔτε
τις
κτίσις
ἑτέρα
δυνήσεται
ἡμᾶς
χωρίσαι
ἀπὸ
τῆς
ἀγάπης
τοῦ
θεοῦ
τῆς
ἐν
Χριστῷ
Ἰησοῦ
τῷ
κυρίῳ
ἡμῶν.