Rom 1:1-32
Romans 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Παῦλος,
δοῦλος
Χριστοῦ
Ἰησοῦ,
κλητὸς
ἀπόστολος
ἀφωρισμένος
εἰς
εὐαγγέλιον
θεοῦ·
2ὃ
προεπηγγείλατο
διὰ
τῶν
προφητῶν
αὐτοῦ
ἐν
γραφαῖς
ἁγίαις·
3περὶ
τοῦ
υἱοῦ
αὐτοῦ,
τοῦ
γενομένου
ἐκ
σπέρματος
Δαυεὶδ
κατὰ
σάρκα,
4τοῦ
ὁρισθέντος
υἱοῦ
θεοῦ
ἐν
δυνάμει
κατὰ
πνεῦμα
ἁγιωσύνης
ἐξ
ἀναστάσεως
νεκρῶν,
Ἰησοῦ
Χριστοῦ
τοῦ
κυρίου
ἡμῶν·
5δι᾽
οὗ,
ἐλάβομεν
χάριν
καὶ
ἀποστολήν,
εἰς
ὑπακοὴν
πίστεως,
ἐν
πᾶσιν
τοῖς
ἔθνεσιν,
ὑπὲρ
τοῦ
ὀνόματος
αὐτοῦ·
6ἐν
οἷς
ἐστὲ
καὶ
ὑμεῖς
κλητοὶ
Ἰησοῦ
Χριστοῦ·
7πᾶσιν
τοῖς
οὖσιν
ἐν
Ῥώμῃ
ἀγαπητοῖς
θεοῦ·
κλητοῖς
ἁγίοις.
χάρις
ὑμῖν
καὶ
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
ἡμῶν
καὶ
κυρίου
Ἰησοῦ
Χριστοῦ.
8πρῶτον
μὲν
εὐχαριστῶ
τῷ
θεῷ
μου
διὰ
Ἰησοῦ
Χριστοῦ
περὶ
πάντων
ὑμῶν,
ὅτι
ἡ
πίστις
ὑμῶν
καταγγέλλεται
ἐν
ὅλῳ
τῷ
κόσμῳ.
9μάρτυς
γάρ
μού
ἐστιν
ὁ
θεός,
ᾧ
λατρεύω
ἐν
τῷ
πνεύματί
μου
ἐν
τῷ
εὐαγγελίῳ
τοῦ
υἱοῦ
αὐτοῦ·
ὡς
ἀδιαλείπτως
μνείαν
ὑμῶν
ποιοῦμαι.
10πάντοτε
ἐπὶ
τῶν
προσευχῶν
μου
δεόμενος
εἴ
πως
ἤδη
ποτέ,
εὐοδωθήσομαι,
ἐν
τῷ
θελήματι
τοῦ
θεοῦ,
ἐλθεῖν
πρὸς
ὑμᾶς.
11ἐπιποθῶ
γὰρ
ἰδεῖν
ὑμᾶς
ἵνα
τι
μεταδῶ
χάρισμα
ὑμῖν
πνευματικὸν
εἰς
τὸ
στηριχθῆναι
ὑμᾶς·
12τοῦτο
δέ
ἐστιν
συμπαρακληθῆναι
ἐν
ὑμῖν,
διὰ
τῆς
ἐν
ἀλλήλοις
πίστεως,
ὑμῶν
τε
καὶ
ἐμοῦ.
13οὐ
θέλω
δὲ
ὑμᾶς
ἀγνοεῖν,
ἀδελφοί,
ὅτι
πολλάκις
προεθέμην
ἐλθεῖν
πρὸς
ὑμᾶς,
καὶ
ἐκωλύθην
ἄχρι
τοῦ
δεῦρο·
ἵνα
τινὰ
καρπὸν
σχῶ
καὶ
ἐν
ὑμῖν,
καθὼς
καὶ
ἐν
τοῖς
λοιποῖς
ἔθνεσιν.
14̔Έλλησίν
τε
καὶ
βαρβάροις,
σοφοῖς
τε
καὶ
ἀνοήτοις,
ὀφειλέτης
εἰμί.
15οὕτω
τὸ
κατ᾽
ἐμὲ
πρόθυμον,
καί,
ὑμῖν
τοῖς
ἐν
Ῥώμῃ,
εὐαγγελίσασθαι.
16οὐ
γὰρ
ἐπαισχύνομαι
τὸ
εὐαγγέλιον·
δύναμις
γὰρ
θεοῦ
ἐστίν,
εἰς
σωτηρίαν
παντὶ
τῷ
πιστεύοντι—
Ἰουδαίῳ
τε
πρῶτον
καὶ
̔Έλληνι.
17δικαιοσύνη
γὰρ
θεοῦ
ἐν
αὐτῷ
ἀποκαλύπτεται·
ἐκ
πίστεως
εἰς
πίστιν.
καθὼς
γέγραπται,
Ὁ
δὲ
δίκαιος
ἐκ
πίστεως
ζήσεται.
18ἀποκαλύπτεται
γὰρ
ὀργὴ
θεοῦ
ἀπ᾽
οὐρανοῦ
ἐπὶ
πᾶσαν
ἀσέβειαν,
καὶ
ἀδικίαν
ἀνθρώπων
τῶν
τὴν
ἀλήθειαν
ἐν
ἀδικίᾳ
κατεχόντων,
19διότι
τὸ
γνωστὸν
τοῦ
θεοῦ
φανερόν
ἐστιν
ἐν
αὐτοῖς
ὁ
θεὸς
γὰρ
αὐτοῖς
ἐφανέρωσεν.
20τὰ
γὰρ
ἀόρατα
αὐτοῦ,
ἀπὸ
κτίσεως
κόσμου
τοῖς
ποιήμασιν
νοούμενα
καθορᾶται—
ἥ
τε
ἀΐδιος
αὐτοῦ
δύναμις
καὶ
θειότης·
εἰς
τὸ
εἶναι
αὐτοὺς
ἀναπολογήτους.
21διότι
γνόντες
τὸν
θεόν,
οὐχ
ὡς
θεὸν
ἐδόξασαν
ἢ
ηὐχαρίστησαν·
ἀλλὰ
ἐματαιώθησαν
ἐν
τοῖς
διαλογισμοῖς
αὐτῶν.
καί,
ἐσκοτίσθη
ἡ
ἀσύνετος
αὐτῶν
καρδία.
22φάσκοντες
εἶναι
σοφοί,
ἐμωράνθησαν.
23καὶ
ἤλλαξαν
τὴν
δόξαν
τοῦ
ἀφθάρτου
θεοῦ,
ἐν
ὁμοιώματι
εἰκόνος
φθαρτοῦ
ἀνθρώπου
καὶ
πετεινῶν
καὶ
τετραπόδων
καὶ
ἑρπετῶν.
24διὸ
παρέδωκεν
αὐτοὺς
ὁ
θεὸς
ἐν
ταῖς
ἐπιθυμίαις
τῶν
καρδιῶν
αὐτῶν
εἰς
ἀκαθαρσίαν·
τοῦ
ἀτιμάζεσθαι
τὰ
σώματα
αὐτῶν
ἐν
αὐτοῖς·
25οἵτινες
μετήλλαξαν
τὴν
ἀλήθειαν
τοῦ
θεοῦ
ἐν
τῷ
ψεύδει.
καὶ
ἐσεβάσθησαν
καὶ
ἐλάτρευσαν
τῇ
κτίσει
παρὰ
τὸν
κτίσαντα,
ὅς
ἐστιν
εὐλογητὸς
εἰς
τοὺς
αἰῶνας·
ἀμήν.
26διὰ
τοῦτο
παρέδωκεν
αὐτοὺς
ὁ
θεὸς
εἰς
πάθη
ἀτιμίας·
αἵ
τε
γὰρ
θήλειαι
αὐτῶν
μετήλλαξαν
τὴν
φυσικὴν
χρῆσιν
εἰς
τὴν
παρὰ
φύσιν.
27ὁμοίως
τε
καὶ
οἱ
ἄρσενες,
ἀφέντες
τὴν
φυσικὴν
χρῆσιν
τῆς
θηλείας,
ἐξεκαύθησαν
ἐν
τῇ
ὀρέξει
αὐτῶν
εἰς
ἀλλήλους·
ἄρσενες
ἐν
ἄρσεσιν
τὴν
ἀσχημοσύνην
κατεργαζόμενοι,
καὶ
τὴν
ἀντιμισθίαν
ἣν
ἔδει
τῆς
πλάνης
αὐτῶν
ἐν
ἑαυτοῖς
ἀπολαμβάνοντες.
28καὶ
καθὼς
οὐκ
ἐδοκίμασαν
τὸν
θεὸν
ἔχειν
ἐν
ἐπιγνώσει,
παρέδωκεν
αὐτοὺς
ὁ
θεὸς
εἰς
ἀδόκιμον
νοῦν
ποιεῖν
τὰ
μὴ
καθήκοντα·
29πεπληρωμένους
πάσῃ
ἀδικίᾳ,
πονηρίᾳ,
πλεονεξίᾳ,
κακίᾳ,
μεστοὺς
φθόνου,
φόνου,
ἔριδος,
δόλου,
κακοηθείας,
ψιθυριστάς,
30καταλάλους,
θεοστυγεῖς,
ὑβριστάς,
ὑπερηφάνους,
ἀλαζόνας·
ἐφευρετὰς
κακῶν
γονεῦσιν
ἀπειθεῖς·
31ἀσυνέτους,
ἀσυνθέτους,
ἀστόργους,
ἀνελεήμονας·
32οἵτινες
τὸ
δικαίωμα
τοῦ
θεοῦ
ἐπιγνόντες
ὅτι
οἱ
τὰ
τοιαῦτα
πράσσοντες
ἄξιοι
θανάτου
εἰσίν,
οὐ
μόνον
αὐτὰ
ποιοῦσιν·
ἀλλά,
καί,
συνευδοκοῦσιν
τοῖς
πράσσουσιν.