Rev 11:1-19
Revelation 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
ἐδόθη
μοι
κάλαμος
ὅμοιος
ῥάβδῳ,
λέγων,
̓Έγειρε
καὶ
μέτρησον
τὸν
ναὸν
τοῦ
θεοῦ
καὶ
τὸ
θυσιαστήριον,
καὶ
τοὺς
προσκυνοῦντας
ἐν
αὐτῷ·
2καὶ
τὴν
αὐλὴν
τὴν
ἔξωθεν
τοῦ
ναοῦ
ἔκβαλε
ἔξωθεν
καὶ
μὴ
αὐτὴν
μετρήσῃς,
ὅτι
ἐδόθη
τοῖς
ἔθνεσιν.
καὶ
τὴν
πόλιν
τὴν
ἁγίαν
πατήσουσιν
μῆνας
τεσσεράκοντα
καὶ
δύο.
3καὶ
δώσω
τοῖς
δυσὶν
μάρτυσίν
μου,
καὶ
προφητεύσουσιν
ἡμέρας
χιλίας
διακοσίας
ἑξήκοντα
περιβεβλημένοι
σάκκους.
4οὗτοί
εἰσιν
αἱ
δύο
ἐλαῖαι
καὶ
αἱ
δύο
λυχνίαι
αἱ
ἐνώπιον
τοῦ
κυρίου
τῆς
γῆς
ἑστῶτες.
5καὶ
εἴ
τις
αὐτοὺς
θέλει
ἀδικῆσαι,
πῦρ
ἐκπορεύεται
ἐκ
τοῦ
στόματος
αὐτῶν
καὶ
κατεσθίει
τοὺς
ἐχθροὺς
αὐτῶν.
καὶ
εἴ
τις
θελήσῃ
αὐτοὺς
ἀδικῆσαι
οὕτως
δεῖ
αὐτὸν
ἀποκτανθῆναι.
6οὗτοι
ἔχουσιν
τὴν
ἐξουσίαν
κλεῖσαι
τὸν
οὐρανόν
ἵνα
μὴ
ὑετὸς
βρέχῃ
τὰς
ἡμέρας
τῆς
προφητείας
αὐτῶν·
καὶ
ἐξουσίαν
ἔχουσιν
ἐπὶ
τῶν
ὑδάτων
στρέφειν
αὐτὰ
εἰς
αἷμα,
καὶ
πατάξαι
τὴν
γῆν
ἐν
πάσῃ
πληγῇ
ὁσάκις
ἐὰν
θελήσωσιν.
7καὶ
ὅταν
τελέσωσιν
τὴν
μαρτυρίαν
αὐτῶν,
τὸ
θηρίον
τὸ
ἀναβαῖνον
ἐκ
τῆς
ἀβύσσου
ποιήσει
μετ᾽
αὐτῶν
πόλεμον,
καὶ
νικήσει
αὐτοὺς
καὶ
ἀποκτενεῖ
αὐτούς.
8καὶ
τὸ
πτῶμα
αὐτῶν
ἐπὶ
τῆς
πλατείας
τῆς
πόλεως
τῆς
μεγάλης,
ἥτις
καλεῖται
πνευματικῶς
Σόδομα
καί
Αἴγυπτος,
ὅπου
καὶ
ὁ
κύριος
αὐτῶν
ἐσταυρώθη.
9καὶ
βλέπουσιν
ἐκ
τῶν
λαῶν,
καὶ
φυλῶν,
καὶ
γλωσσῶν,
καὶ
ἐθνῶν,
τὸ
πτῶμα
αὐτῶν,
ἡμέρας
τρεῖς
καὶ
ἥμισυ·
καὶ
τὰ
πτώματα
αὐτῶν
οὐκ
ἀφίουσιν
τεθῆναι
εἰς
μνῆμα.
10καὶ
οἱ
κατοικοῦντες
ἐπὶ
τῆς
γῆς
χαίρουσιν
ἐπ᾽
αὐτοῖς
καὶ
εὐφραίνονται
καὶ
δῶρα
πέμψουσιν
ἀλλήλοις
ὅτι
οὗτοι
οἱ
δύο
προφῆται
ἐβασάνισαν
τοὺς
κατοικοῦντας
ἐπὶ
τῆς
γῆς.
11καὶ
μετὰ
τὰς
τρεῖς
ἡμέρας
καὶ
ἥμισυ,
πνεῦμα
ζωῆς
ἐκ
τοῦ
θεοῦ
εἰσῆλθεν
ἐν
αὐτοῖς,
καὶ
ἔστησαν
ἐπὶ
τοὺς
πόδας
αὐτῶν·
καὶ
φόβος
μέγας
ἐπέπεσεν
ἐπὶ
τοὺς
θεωροῦντας
αὐτούς.
12καὶ
ἤκουσαν
φωνῆς
μεγάλης
ἐκ
τοῦ
οὐρανοῦ
λεγούσης
αὐτοῖς,
Ἀνάβατε
ὧδε.
καὶ
ἀνέβησαν
εἰς
τὸν
οὐρανὸν
ἐν
τῇ
νεφέλῃ
καὶ
ἐθεώρησαν
αὐτοὺς
οἱ
ἐχθροὶ
αὐτῶν.
13καὶ
ἐν
ἐκείνῃ
τῇ
ὥρᾳ
ἐγένετο
σεισμὸς
μέγας
καὶ
τὸ
δέκατον
τῆς
πόλεως
ἔπεσεν.
καὶ
ἀπεκτάνθησαν
ἐν
τῷ
σεισμῷ
ὀνόματα
ἀνθρώπων
χιλιάδες
ἑπτά,
καὶ
οἱ
λοιποὶ
ἔμφοβοι
ἐγένοντο
καὶ
ἔδωκαν
δόξαν
τῷ
θεῷ
τοῦ
οὐρανοῦ.
14ἡ
οὐαὶ
ἡ
δευτέρα
ἀπῆλθεν,
ἰδού,
ἡ
οὐαὶ
ἡ
τρίτη
ἔρχεται
ταχύ.
15καὶ
ὁ
ἕβδομος
ἄγγελος
ἐσάλπισεν,
καὶ
ἐγένοντο
φωναὶ
μεγάλαι
ἐν
τῷ
οὐρανῷ
λέγοντες·
Ἐγένετο
ἡ
βασιλεία
τοῦ
κόσμου
τοῦ
κυρίου
ἡμῶν
καὶ
τοῦ
Χριστοῦ
αὐτοῦ,
καὶ
βασιλεύσει
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων.
16καὶ
οἱ
εἴκοσι
τέσσαρες
πρεσβύτεροι
οἱ
ἐνώπιον
τοῦ
θεοῦ
καθήμενοι
ἐπὶ
τοὺς
θρόνους
αὐτῶν
ἔπεσαν
ἐπὶ
τὰ
πρόσωπα
αὐτῶν
καὶ
προσεκύνησαν
τῷ
θεῷ.
17λέγοντες,
Εὐχαριστοῦμέν
σοι,
κύριε
ὁ
θεός,
ὁ
παντοκράτωρ,
ὁ
ὢν
καὶ
ὁ
ἦν,
ὅτι
εἴληφας
τὴν
δύναμίν
σου
τὴν
μεγάλην
καὶ
ἐβασίλευσας.
18καὶ
τὰ
ἔθνη
ὠργίσθησαν,
καὶ
ἦλθεν
ἡ
ὀργή
σου.
καὶ
ὁ
καιρὸς
τῶν
νεκρῶν
κριθῆναι
καὶ
δοῦναι
τὸν
μισθὸν
τοῖς
δούλοις
σου,
τοῖς
προφήταις,
καὶ
τοῖς
ἁγίοις,
καὶ
τοῖς
φοβουμένοις
τὸ
ὄνομά
σου,
τοὺς
μικροὺς
καὶ
τοὺς
μεγάλους·
καὶ
διαφθεῖραι
τοὺς
διαφθείροντας
τὴν
γῆν.
19καί,
ἠνοίγη
ὁ
ναὸς
τοῦ
θεοῦ,
ὁ
ἐν
τῷ
οὐρανῷ,
καὶ
ὤφθη
ἡ
κιβωτὸς
τῆς
διαθήκης
αὐτοῦ
ἐν
τῷ
ναῷ
αὐτοῦ.
καὶ
ἐγένοντο
ἀστραπαί,
καὶ
φωναὶ
καὶ
βρονταί,
καὶ
σεισμὸς
καὶ
χάλαζα
μεγάλη.