Rev 13:1-18
Revelation 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
εἶδον
ἐκ
τῆς
θαλάσσης
θηρίον
ἀναβαῖνον·
ἔχον
κέρατα
δέκα
καὶ
κεφαλὰς
ἑπτά,
καὶ
ἐπὶ
τῶν
κεράτων
αὐτοῦ
δέκα
διαδήματα·
καὶ
ἐπὶ
τὰς
κεφαλὰς
αὐτοῦ
ὀνόματα
βλασφημίας.
2καὶ
τὸ
θηρίον
ὃ
εἶδον
ἦν
ὅμοιον
παρδάλει,
καὶ
οἱ
πόδες
αὐτοῦ
ὡς
ἄρκου
καὶ
τὸ
στόμα
αὐτοῦ
ὡς
στόμα
λέοντος.
καὶ
ἔδωκεν
αὐτῷ
ὁ
δράκων
τὴν
δύναμιν
αὐτοῦ
καὶ
τὸν
θρόνον
αὐτοῦ
καὶ
ἐξουσίαν
μεγάλην.
3καὶ
μίαν
ἐκ
τῶν
κεφαλῶν
αὐτοῦ
ὡς
ἐσφαγμένην
εἰς
θάνατον—
καὶ
ἡ
πληγὴ
τοῦ
θανάτου
αὐτοῦ
ἐθεραπεύθη.
καὶ
ἐθαυμάσθη
ὅλη
ἡ
γῆ
ὀπίσω
τοῦ
θηρίου·
4καὶ
προσεκύνησαν
τῷ
δράκοντι
ὅτι
ἔδωκεν
τὴν
ἐξουσίαν
τῷ
θηρίῳ,
καὶ
προσεκύνησαν
τῷ
θηρίῳ·
λέγοντες,
Τίς
ὅμοιος
τῷ
θηρίῳ;
καί,
Τίς
δύναται
πολεμῆσαι
μετ᾽
αὐτοῦ;
5καὶ
ἐδόθη
αὐτῷ
στόμα
λαλοῦν
μεγάλα
καὶ
βλασφημίας·
καὶ
ἐδόθη
αὐτῷ
ἐξουσία
ποιῆσαι
μῆνας
τεσσεράκοντα
καὶ
δύο.
6καὶ
ἤνοιξε
τὸ
στόμα
αὐτοῦ
εἰς
βλασφημίας
πρὸς
τὸν
θεόν,
βλασφημῆσαι
τὸ
ὄνομα
αὐτοῦ
καὶ
τὴν
σκηνὴν
αὐτοῦ—
τοὺς
ἐν
τῷ
οὐρανῷ
σκηνοῦντας.
7καὶ
ἐδόθη
αὐτῷ
ποιῆσαι
πόλεμον
μετὰ
τῶν
ἁγίων
καὶ
νικῆσαι
αὐτούς·
καὶ
ἐδόθη
αὐτῷ
ἐξουσία
ἐπὶ
πᾶσαν
φυλὴν
καὶ
λαὸν
καὶ
γλῶσσαν
καὶ
ἔθνος.
8καὶ
προσκυνήσουσιν
αὐτὸν
πάντες
οἱ
κατοικοῦντες
ἐπὶ
τῆς
γῆς·
οὗ
οὐ
γέγραπται
τὸ
ὄνομα
αὐτοῦ
ἐν
τῷ
βιβλίῳ
τῆς
ζωῆς—
τοῦ
ἀρνίου
τοῦ
ἐσφαγμένου—
ἀπὸ
καταβολῆς
κόσμου.
9εἴ
τις
ἔχει
οὖς
ἀκουσάτω.
10εἴ
τις
εἰς
αἰχμαλωσίαν
εἰς
αἰχμαλωσίαν
ὑπάγει·
εἴ
τις
ἐν
μαχαίρῃ
ἀποκτανθῆναι
αὐτὸν
ἐν
μαχαίρῃ
ἀποκτανθῆναι.
ὧδέ
ἐστιν
ἡ
ὑπομονὴ
καὶ
ἡ
πίστις
τῶν
ἁγίων.
11καὶ
εἶδον
ἄλλο
θηρίον
ἀναβαῖνον
ἐκ
τῆς
γῆς·
καὶ
εἶχεν
κέρατα
δύο
ὅμοια
ἀρνίῳ,
καὶ
ἐλάλει
ὡς
δράκων.
12καὶ
τὴν
ἐξουσίαν
τοῦ
πρώτου
θηρίου
πᾶσαν
ποιεῖ
ἐνώπιον
αὐτοῦ.
καὶ
ποιεῖ
τὴν
γῆν
καὶ
τοὺς
ἐν
αὐτῇ
κατοικοῦντας
ἵνα
προσκυνήσουσιν
τὸ
θηρίον
τὸ
πρῶτον,
οὗ
ἐθεραπεύθη
ἡ
πληγὴ
τοῦ
θανάτου
αὐτοῦ.
13καὶ
ποιεῖ
σημεῖα
μεγάλα,
ἵνα
καὶ
πῦρ
ποιῇ
ἐκ
τοῦ
οὐρανοῦ
καταβαίνειν
εἰς
τὴν
γῆν
ἐνώπιον
τῶν
ἀνθρώπων.
14καὶ
πλανᾷ
τοὺς
κατοικοῦντας
ἐπὶ
τῆς
γῆς,
διὰ
τὰ
σημεῖα
ἃ
ἐδόθη
αὐτῷ
ποιῆσαι
ἐνώπιον
τοῦ
θηρίου·
λέγων
τοῖς
κατοικοῦσιν
ἐπὶ
τῆς
γῆς
ποιῆσαι
εἰκόνα
τῷ
θηρίῳ,
ὃς
ἔχει
τὴν
πληγὴν
τῆς
μαχαίρης
καὶ
ἔζησεν.
15καὶ
ἐδόθη
αὐτῷ
δοῦναι
πνεῦμα
τῇ
εἰκόνι
τοῦ
θηρίου
ἵνα
καὶ
λαλήσῃ
ἡ
εἰκὼν
τοῦ
θηρίου·
καὶ
ποιήσῃ
ἵνα
ὅσοι
ἐὰν
μὴ
προσκυνήσωσιν
τῇ
εἰκόνι
τοῦ
θηρίου
ἀποκτανθῶσιν.
16καὶ
ποιεῖ
πάντας—
τοὺς
μικροὺς
καὶ
τοὺς
μεγάλους,
καὶ
τοὺς
πλουσίους
καὶ
τοὺς
πτωχούς,
καὶ
τοὺς
ἐλευθέρους
καὶ
τοὺς
δούλους—
ἵνα
δῶσιν
αὐτοῖς
χάραγμα
ἐπὶ
τῆς
χειρὸς
αὐτῶν
τῆς
δεξιᾶς
ἢ
ἐπὶ
τὸ
μέτωπον
αὐτῶν·
17καὶ
ἵνα
μή
τις
δύνηται
ἀγοράσαι
ἢ
πωλῆσαι
εἰ
μὴ
ὁ
ἔχων
τὸ
χάραγμα,
τὸ
ὄνομα
τοῦ
θηρίου
ἢ
τὸν
ἀριθμὸν
τοῦ
ὀνόματος
αὐτοῦ.
18ὧδε
ἡ
σοφία
ἐστίν.
ὁ
ἔχων
νοῦν
ψηφισάτω
τὸν
ἀριθμὸν
τοῦ
θηρίου,
ἀριθμὸς
γὰρ
ἀνθρώπου
ἐστίν·
καὶ
ὁ
ἀριθμὸς
αὐτοῦ
ἑξακόσιοι
ἑξήκοντα
ἕξ.