Rev 14:1-20
Revelation 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
εἶδον
καὶ
ἰδοὺ
τὸ
ἀρνίον
ἑστὸς
ἐπὶ
τὸ
ὄρος
Σιών,
καὶ
μετ᾽
αὐτοῦ
ἑκατὸν
τεσσεράκοντα
τέσσαρες
χιλιάδες
ἔχουσαι
τὸ
ὄνομα
αὐτοῦ
καὶ
τὸ
ὄνομα
τοῦ
πατρὸς
αὐτοῦ
γεγραμμένον
ἐπὶ
τῶν
μετώπων
αὐτῶν.
2καὶ
ἤκουσα
φωνὴν
ἐκ
τοῦ
οὐρανοῦ
ὡς
φωνὴν
ὑδάτων
πολλῶν
καὶ
ὡς
φωνὴν
βροντῆς
μεγάλης·
καὶ
ἡ
φωνὴ
ἣν
ἤκουσα
ὡς
κιθαρῳδῶν
κιθαριζόντων
ἐν
ταῖς
κιθάραις
αὐτῶν.
3καὶ
ᾄδουσιν
ὡς
ᾠδὴν
καινὴν
ἐνώπιον
τοῦ
θρόνου
καὶ
ἐνώπιον
τῶν
τεσσάρων
ζῴων
καὶ
τῶν
πρεσβυτέρων·
καὶ
οὐδεὶς
ἐδύνατο
μαθεῖν
τὴν
ᾠδὴν
εἰ
μὴ
αἱ
ἑκατὸν
τεσσεράκοντα
τέσσαρες
χιλιάδες
οἱ
ἠγορασμένοι
ἀπὸ
τῆς
γῆς.
4οὗτοί
εἰσιν
οἳ
μετὰ
γυναικῶν
οὐκ
ἐμολύνθησαν
παρθένοι
γάρ
εἰσιν,
οὗτοι
οἱ
ἀκολουθοῦντες
τῷ
ἀρνίῳ
ὅπου
ἂν
ὑπάγει·
οὗτοι
ἠγοράσθησαν
ἀπὸ
τῶν
ἀνθρώπων
ἀπαρχὴ
τῷ
θεῷ
καὶ
τῷ
ἀρνίῳ·
5καὶ
ἐν
τῷ
στόματι
αὐτῶν
οὐχ
εὑρέθη
ψεῦδος,
ἄμωμοί
εἰσιν.
6καὶ
εἶδον
ἄλλον
ἄγγελον
πετόμενον
ἐν
μεσουρανήματι,
ἔχοντα
εὐαγγέλιον
αἰώνιον
εὐαγγελίσαι
ἐπὶ
τοὺς
καθημένους
ἐπὶ
τῆς
γῆς—
καὶ
ἐπὶ
πᾶν
ἔθνος,
καὶ
φυλήν,
καὶ
γλῶσσαν,
καὶ
λαόν.
7λέγων
ἐν
φωνῇ
μεγάλῃ,
Φοβήθητε
τὸν
θεὸν
καὶ
δότε
αὐτῷ
δόξαν·
ὅτι
ἦλθεν
ἡ
ὥρα
τῆς
κρίσεως
αὐτοῦ·
καὶ
προσκυνήσατε
τῷ
ποιήσαντι
τὸν
οὐρανόν,
καὶ
τὴν
γῆν,
καὶ
θάλασσαν,
καὶ
πηγὰς
ὑδάτων.
8καὶ
ἄλλος
δεύτερος
ἄγγελος
ἠκολούθησεν,
λέγων,
̓Έπεσεν—
ἔπεσεν
Βαβυλὼν
ἡ
μεγάλη—
ἣ
ἐκ
τοῦ
οἴνου
τοῦ
θυμοῦ
τῆς
πορνείας
αὐτῆς
πεπότικεν
πάντα
τὰ
ἔθνη.
9καὶ
ἄλλος
ἄγγελος
τρίτος
ἠκολούθησεν
αὐτοῖς,
λέγων
ἐν
φωνῇ
μεγάλῃ,
Εἴ
τις
προσκυνεῖ
τὸ
θηρίον
καὶ
τὴν
εἰκόνα
αὐτοῦ
καὶ
λαμβάνει
χάραγμα
ἐπὶ
τοῦ
μετώπου
αὐτοῦ
ἢ
ἐπὶ
τὴν
χεῖρα
αὐτοῦ
10καὶ
αὐτὸς
πίεται
ἐκ
τοῦ
οἴνου
τοῦ
θυμοῦ
τοῦ
θεοῦ·
τοῦ
κεκερασμένου
ἀκράτου
ἐν
τῷ
ποτηρίῳ
τῆς
ὀργῆς
αὐτοῦ·
καὶ
βασανισθήσεται
ἐν
πυρὶ
καὶ
θείῳ
ἐνώπιον
ἀγγέλων
ἁγίων
καὶ
ἐνώπιον
τοῦ
ἀρνίου.
11καὶ
ὁ
καπνὸς
τοῦ
βασανισμοῦ
αὐτῶν
εἰς
αἰῶνας
αἰώνων
ἀναβαίνει,
καὶ
οὐκ
ἔχουσιν
ἀνάπαυσιν
ἡμέρας
καὶ
νυκτός,
οἱ
προσκυνοῦντες
τὸ
θηρίον
καὶ
τὴν
εἰκόνα
αὐτοῦ
καὶ
εἴ
τις
λαμβάνει
τὸ
χάραγμα
τοῦ
ὀνόματος
αὐτοῦ.
12ὧδε
ἡ
ὑπομονὴ
τῶν
ἁγίων
ἐστίν,
οἱ
τηροῦντες
τὰς
ἐντολὰς
τοῦ
θεοῦ
καὶ
τὴν
πίστιν
Ἰησοῦ.
13καὶ
ἤκουσα
φωνῆς
ἐκ
τοῦ
οὐρανοῦ
λεγούσης,
Γράψον·
Μακάριοι
οἱ
νεκροὶ
οἱ
ἐν
κυρίῳ
ἀποθνῄσκοντες
ἀπ᾽
ἄρτι.
ναί,
λέγει
τὸ
πνεῦμα,
ἵνα
ἀναπαήσονται
ἐκ
τῶν
κόπων
αὐτῶν,
τὰ
γὰρ
ἔργα
αὐτῶν
ἀκολουθεῖ
μετ᾽
αὐτῶν.
14καὶ
εἶδον
καὶ
ἰδοὺ
νεφέλη
λευκὴ
καὶ
ἐπὶ
τὴν
νεφέλην
καθήμενον
ὅμοιον
υἱὸν
ἀνθρώπου·
ἔχων
ἐπὶ
τῆς
κεφαλῆς
αὐτοῦ
στέφανον
χρυσοῦν
καὶ
ἐν
τῇ
χειρὶ
αὐτοῦ
δρέπανον
ὀξύ.
15καὶ
ἄλλος
ἄγγελος
ἐξῆλθεν
ἐκ
τοῦ
ναοῦ
κράζων
ἐν
φωνῇ
μεγάλῃ
τῷ
καθημένῳ
ἐπὶ
τῆς
νεφέλης,
Πέμψον
τὸ
δρέπανόν
σου
καὶ
θέρισον,
ὅτι
ἦλθεν
ἡ
ὥρα
θερίσαι·
ὅτι
ἐξηράνθη
ὁ
θερισμὸς
τῆς
γῆς.
16καὶ
ἔβαλεν
ὁ
καθήμενος
ἐπὶ
τῆς
νεφέλης
τὸ
δρέπανον
αὐτοῦ
ἐπὶ
τὴν
γῆν,
καὶ
ἐθερίσθη
ἡ
γῆ.
17καί,
ἄλλος
ἄγγελος
ἐξῆλθεν
ἐκ
τοῦ
ναοῦ
τοῦ
ἐν
τῷ
οὐρανῷ,
ἔχων
καὶ
αὐτὸς
δρέπανον
ὀξύ.
18καὶ
ἄλλος
ἄγγελος,
ἐξῆλθεν
ἐκ
τοῦ
θυσιαστηρίου,
ὁ
ἔχων
ἐξουσίαν
ἐπὶ
τοῦ
πυρός·
καὶ
ἐφώνησεν
φωνῇ
μεγάλῃ
τῷ
ἔχοντι
τὸ
δρέπανον
τὸ
ὀξὺ
λέγων,
Πέμψον
σου
τὸ
δρέπανον
τὸ
ὀξὺ
καὶ
τρύγησον
τοὺς
βότρυας
τῆς
ἀμπέλου
τῆς
γῆς,
ὅτι
ἤκμασαν
αἱ
σταφυλαὶ
αὐτῆς.
19καὶ
ἔβαλεν
ὁ
ἄγγελος
τὸ
δρέπανον
αὐτοῦ
εἰς
τὴν
γῆν
καὶ
ἐτρύγησεν
τὴν
ἄμπελον
τῆς
γῆς
καὶ
ἔβαλεν
εἰς
τὴν
ληνὸν
τοῦ
θυμοῦ
τοῦ
θεοῦ
τὸν
μέγαν.
20καὶ
ἐπατήθη
ἡ
ληνὸς
ἔξωθεν
τῆς
πόλεως,
καὶ
ἐξῆλθεν
αἷμα
ἐκ
τῆς
ληνοῦ
ἄχρι
τῶν
χαλινῶν
τῶν
ἵππων
ἀπὸ
σταδίων
χιλίων
ἑξακοσίων.