Rev 17:1-18
Revelation 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
ἦλθεν
εἷς
ἐκ
τῶν
ἑπτὰ
ἀγγέλων
τῶν
ἐχόντων
τὰς
ἑπτὰ
φιάλας
καὶ
ἐλάλησεν
μετ᾽
ἐμοῦ·
λέγων,
Δεῦρο,
δείξω
σοι
τὸ
κρίμα
τῆς
πόρνης
τῆς
μεγάλης
τῆς
καθημένης
ἐπὶ
ὑδάτων
πολλῶν·
2μεθ᾽
ἧς
ἐπόρνευσαν
οἱ
βασιλεῖς
τῆς
γῆς,
καὶ
ἐμεθύσθησαν
οἱ
κατοικοῦντες
τὴν
γῆν
ἐκ
τοῦ
οἴνου
τῆς
πορνείας
αὐτῆς.
3καὶ
ἀπήνεγκέν
με
εἰς
ἔρημον
ἐν
πνεύματι.
καὶ
εἶδον
γυναῖκα
καθημένην
ἐπὶ
θηρίον
κόκκινον
γέμοντα
ὀνόματα
βλασφημίας,
ἔχων
κεφαλὰς
ἑπτὰ
καὶ
κέρατα
δέκα·
4καὶ
ἡ
γυνὴ
ἦν
περιβεβλημένη
πορφυροῦν
καὶ
κόκκινον
καὶ
κεχρυσωμένη
χρυσίῳ
καὶ
λίθῳ
τιμίῳ
καὶ
μαργαρίταις·
ἔχουσα
ποτήριον
χρυσοῦν
ἐν
τῇ
χειρὶ
αὐτῆς
γέμον
βδελυγμάτων
καὶ
τὰ
ἀκάθαρτα
τῆς
πορνείας
αὐτῆς·
5καὶ
ἐπὶ
τὸ
μέτωπον
αὐτῆς
ὄνομα
γεγραμμένον
μυστήριον·
Βαβυλὼν
ἡ
μεγάλη,
ἡ
μήτηρ
τῶν
πορνῶν
καὶ
τῶν
βδελυγμάτων
τῆς
γῆς.
6καὶ
εἶδον
τὴν
γυναῖκα
μεθύουσαν—
ἐκ
τοῦ
αἵματος
τῶν
ἁγίων
καὶ
ἐκ
τοῦ
αἵματος
τῶν
μαρτύρων
Ἰησοῦ.
καὶ
ἐθαύμασα
ἰδὼν
αὐτὴν
θαῦμα
μέγα.
7καὶ
εἶπέν
μοι
ὁ
ἄγγελος,
Διὰ
τί
ἐθαύμασας;
ἐγὼ
ἐρῶ
σοι
τὸ
μυστήριον
τῆς
γυναικὸς
καὶ
τοῦ
θηρίου
τοῦ
βαστάζοντος
αὐτὴν
τοῦ
ἔχοντος
τὰς
ἑπτὰ
κεφαλὰς
καὶ
τὰ
δέκα
κέρατα.
8τὸ
θηρίον
ὃ
εἶδες
ἦν
καὶ
οὐκ
ἔστιν·
καὶ
μέλλει
ἀναβαίνειν
ἐκ
τῆς
ἀβύσσου
καὶ
εἰς
ἀπώλειαν
ὑπάγει·
καὶ
θαυμασθήσονται
οἱ
κατοικοῦντες
ἐπὶ
τῆς
γῆς,
ὧν
οὐ
γέγραπται
τὸ
ὄνομα
ἐπὶ
τὸ
βιβλίον
τῆς
ζωῆς
ἀπὸ
καταβολῆς
κόσμου,
βλεπόντων
τὸ
θηρίον
ὅτι
ἦν
καὶ
οὐκ
ἔστιν
καὶ
παρέσται.
9ὧδε
ὁ
νοῦς
ὁ
ἔχων
σοφίαν·
αἱ
ἑπτὰ
κεφαλαὶ
ἑπτὰ
ὄρη
εἰσὶν
ὅπου
ἡ
γυνὴ
κάθηται
ἐπ᾽
αὐτῶν·
καὶ
βασιλεῖς
ἑπτά
εἰσιν.
10οἱ
πέντε
ἔπεσαν,
ὁ
εἷς
ἔστιν,
ὁ
ἄλλος
οὔπω
ἦλθεν,
καὶ
ὅταν
ἔλθῃ
ὀλίγον
αὐτὸν
δεῖ
μεῖναι.
11καὶ
τὸ
θηρίον
ὃ
ἦν,
καὶ
οὐκ
ἔστιν,
καὶ
αὐτὸς
ὄγδοός
ἐστιν·
καὶ
ἐκ
τῶν
ἑπτά
ἐστιν,
καί,
εἰς
ἀπώλειαν
ὑπάγει.
12καὶ
τὰ
δέκα
κέρατα
ἃ
εἶδες
δέκα
βασιλεῖς
εἰσὶν
οἵτινες
βασιλείαν
οὔπω
ἔλαβον·
ἀλλὰ
ἐξουσίαν
ὡς
βασιλεῖς
μίαν
ὥραν
λαμβάνουσιν
μετὰ
τοῦ
θηρίου.
13οὗτοι
μίαν
γνώμην
ἔχουσιν
καὶ
τὴν
δύναμιν
καὶ
ἐξουσίαν
αὐτῶν
τῷ
θηρίῳ
διδόασιν.
14οὗτοι
μετὰ
τοῦ
ἀρνίου
πολεμήσουσιν,
καὶ
τὸ
ἀρνίον
νικήσει
αὐτοὺς
ὅτι
κύριος
κυρίων
ἐστὶν
καὶ
βασιλεὺς
βασιλέων·
καὶ
οἱ
μετ᾽
αὐτοῦ
κλητοὶ
καὶ
ἐκλεκτοὶ
καὶ
πιστοί.
15καὶ
λέγει
μοι,
Τὰ
ὕδατα
ἃ
εἶδες
οὗ
ἡ
πόρνη
κάθηται
λαοὶ
καὶ
ὄχλοι
εἰσὶν
καὶ
ἔθνη
καὶ
γλῶσσαι.
16καὶ
τὰ
δέκα
κέρατα
ἃ
εἶδες
καὶ
τὸ
θηρίον
οὗτοι
μισήσουσι
τὴν
πόρνην·
καὶ
ἠρημωμένην
ποιήσουσιν
αὐτὴν
καὶ
γυμνήν,
καὶ
τὰς
σάρκας
αὐτῆς
φάγονται,
καὶ
αὐτὴν
κατακαύσουσιν
ἐν
πυρί.
17ὁ
γὰρ
θεὸς
ἔδωκεν
εἰς
τὰς
καρδίας
αὐτῶν,
ποιῆσαι
τὴν
γνώμην
αὐτοῦ·
καὶ
ποιῆσαι
μίαν
γνώμην
καὶ
δοῦναι
τὴν
βασιλείαν
αὐτῶν
τῷ
θηρίῳ,
ἄχρι
τελεσθήσονται
οἱ
λόγοι
τοῦ
θεοῦ.
18καὶ
ἡ
γυνὴ
ἣν
εἶδες
ἐστὶν
ἡ
πόλις
ἡ
μεγάλη
ἡ
ἔχουσα
βασιλείαν
ἐπὶ
τῶν
βασιλέων
τῆς
γῆς.