Rev 20:1-15
Revelation 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
εἶδον
ἄγγελον
καταβαίνοντα
ἐκ
τοῦ
οὐρανοῦ
ἔχοντα
τὴν
κλεῖν
τῆς
ἀβύσσου
καὶ
ἅλυσιν
μεγάλην
ἐπὶ
τὴν
χεῖρα
αὐτοῦ.
2καὶ
ἐκράτησεν
τὸν
δράκοντα—
ὁ
ὄφις
ὁ
ἀρχαῖος,
ὅς
ἐστιν
διάβολος,
καὶ
ὁ
Σατανᾶς—
καὶ
ἔδησεν
αὐτὸν
χίλια
ἔτη.
3καὶ
ἔβαλεν
αὐτὸν
εἰς
τὴν
ἄβυσσον,
καὶ
ἔκλεισεν
καὶ
ἐσφράγισεν
ἐπάνω
αὐτοῦ,
ἵνα
μὴ
πλανήσῃ
ἔτι
τὰ
ἔθνη
ἄχρι
τελεσθῇ
τὰ
χίλια
ἔτη.
μετὰ
ταῦτα
δεῖ
λυθῆναι
αὐτὸν
μικρὸν
χρόνον.
4καὶ
εἶδον
θρόνους,
καὶ
ἐκάθισαν
ἐπ᾽
αὐτοὺς
καὶ
κρίμα
ἐδόθη
αὐτοῖς·
καὶ
τὰς
ψυχὰς
τῶν
πεπελεκισμένων
διὰ
τὴν
μαρτυρίαν
Ἰησοῦ
καὶ
διὰ
τὸν
λόγον
τοῦ
θεοῦ·
καὶ
οἵτινες
οὐ
προσεκύνησαν
τὸ
θηρίον
οὐδὲ
τὴν
εἰκόνα
αὐτοῦ,
καὶ
οὐκ
ἔλαβον
τὸ
χάραγμα
ἐπὶ
τὸ
μέτωπον
καὶ
ἐπὶ
τὴν
χεῖρα
αὐτῶν.
καὶ
ἔζησαν,
καὶ
ἐβασίλευσαν
μετὰ
τοῦ
Χριστοῦ
χίλια
ἔτη.
5(οἱ
λοιποὶ
τῶν
νεκρῶν
οὐκ
ἔζησαν
ἄχρι
τελεσθῇ
τὰ
χίλια
ἔτη.)
αὕτη
ἡ
ἀνάστασις
ἡ
πρώτη.
6μακάριος
καὶ
ἅγιος
ὁ
ἔχων
μέρος
ἐν
τῇ
ἀναστάσει
τῇ
πρώτῃ·
ἐπὶ
τούτων
ὁ
δεύτερος
θάνατος
οὐκ
ἔχει
ἐξουσίαν,
ἀλλ᾽
ἔσονται
ἱερεῖς
τοῦ
θεοῦ
καὶ
τοῦ
Χριστοῦ
καὶ
βασιλεύσουσιν
μετ᾽
αὐτοῦ
τὰ
χίλια
ἔτη.
7καὶ
ὅταν
τελεσθῇ
τὰ
χίλια
ἔτη,
λυθήσεται
ὁ
Σατανᾶς
ἐκ
τῆς
φυλακῆς
αὐτοῦ·
8καὶ
ἐξελεύσεται
πλανῆσαι
τὰ
ἔθνη
τὰ
ἐν
ταῖς
τέσσαρσι
γωνίαις
τῆς
γῆς—
τὸν
Γὼγ
καὶ
Μαγώγ.—
συναγαγεῖν
αὐτοὺς
εἰς
τὸν
πόλεμον—
ὧν,
ὁ
ἀριθμὸς
αὐτῶν
ὡς
ἡ
ἄμμος
τῆς
θαλάσσης.
9καὶ
ἀνέβησαν
ἐπὶ
τὸ
πλάτος
τῆς
γῆς
καὶ
ἐκύκλευσαν
τὴν
παρεμβολὴν
τῶν
ἁγίων
καὶ
τὴν
πόλιν
τὴν
ἠγαπημένην.
καὶ
κατέβη
πῦρ
ἐκ
τοῦ
οὐρανοῦ
καὶ
κατέφαγεν
αὐτούς.
10καὶ
ὁ
διάβολος,
ὁ
πλανῶν
αὐτούς,
ἐβλήθη
εἰς
τὴν
λίμνην
τοῦ
πυρὸς
καὶ
θείου,
ὅπου
καὶ
τὸ
θηρίον
καὶ
ὁ
ψευδοπροφήτης·
καὶ
βασανισθήσονται
ἡμέρας
καὶ
νυκτὸς
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων.
11καὶ
εἶδον
θρόνον
μέγαν
λευκὸν
καὶ
τὸν
καθήμενον
ἐπ᾽
αὐτόν·
οὗ
ἀπὸ
τοῦ
προσώπου
ἔφυγεν
ἡ
γῆ
καὶ
ὁ
οὐρανός,
καὶ
τόπος
οὐχ
εὑρέθη
αὐτοῖς.
12καὶ
εἶδον
τοὺς
νεκρούς,
τοὺς
μεγάλους
καὶ
τοὺς
μικρούς,
ἑστῶτας
ἐνώπιον
τοῦ
θρόνου.
καὶ
βιβλία
ἠνοίχθησαν,
καὶ
ἄλλο
βιβλίον
ἠνοίχθη
ὅ
ἐστιν
τῆς
ζωῆς·
καὶ
ἐκρίθησαν
οἱ
νεκροὶ
ἐκ
τῶν
γεγραμμένων
ἐν
τοῖς
βιβλίοις,
κατὰ
τὰ
ἔργα
αὐτῶν.
13καὶ
ἔδωκεν
ἡ
θάλασσα
τοὺς
νεκροὺς
τοὺς
ἐν
αὐτῇ,
καὶ
ὁ
θάνατος
καὶ
ὁ
ᾅδης
ἔδωκαν
τοὺς
νεκροὺς
τοὺς
ἐν
αὐτοῖς·
καὶ
ἐκρίθησαν
ἕκαστος
κατὰ
τὰ
ἔργα
αὐτῶν.
14καὶ
ὁ
θάνατος
καὶ
ὁ
ᾅδης
ἐβλήθησαν
εἰς
τὴν
λίμνην
τοῦ
πυρός.
οὗτος
ὁ
θάνατος
ὁ
δεύτερός
ἐστιν
ἡ
λίμνη
τοῦ
πυρός.
15καὶ
εἴ
τις
οὐχ
εὑρέθη
ἐν
τῇ
βίβλῳ
τῆς
ζωῆς
γεγραμμένος
ἐβλήθη
εἰς
τὴν
λίμνην
τοῦ
πυρός.