Rev 22:1-21
Revelation 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
ἔδειξέν
μοι
ποταμὸν
ὕδατος
ζωῆς,
λαμπρὸν
ὡς
κρύσταλλον,
ἐκπορευόμενον
ἐκ
τοῦ
θρόνου
τοῦ
θεοῦ
καὶ
τοῦ
ἀρνίου.
2ἐν
μέσῳ
τῆς
πλατείας
αὐτῆς·
καὶ
τοῦ
ποταμοῦ
ἐντεῦθεν
καὶ
ἐκεῖθεν
ξύλον
ζωῆς,
ποιοῦν
καρποὺς
δώδεκα,
κατὰ
μῆνα
ἕκαστον
ἀποδιδοῦν
τὸν
καρπὸν
αὐτοῦ·
καὶ
τὰ
φύλλα
τοῦ
ξύλου
εἰς
θεραπείαν
τῶν
ἐθνῶν.
3καὶ
πᾶν
κατάθεμα
οὐκ
ἔσται
ἔτι.
καὶ
ὁ
θρόνος
τοῦ
θεοῦ
καὶ
τοῦ
ἀρνίου
ἐν
αὐτῇ
ἔσται,
καὶ
οἱ
δοῦλοι
αὐτοῦ
λατρεύσουσιν
αὐτῷ·
4καὶ
ὄψονται
τὸ
πρόσωπον
αὐτοῦ,
καὶ
τὸ
ὄνομα
αὐτοῦ
ἐπὶ
τῶν
μετώπων
αὐτῶν.
5καὶ
νὺξ
οὐκ
ἔσται
ἔτι—
καὶ
οὐκ
ἔχουσιν
χρείαν
φωτὸς
λύχνου
καὶ
φῶς
ἡλίου—
ὅτι
κύριος
ὁ
θεὸς
φωτίσει
ἐπ᾽
αὐτούς·
καὶ
βασιλεύσουσιν
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων.
6καὶ
εἶπέν
μοι,
Οὗτοι
οἱ
λόγοι
πιστοὶ
καὶ
ἀληθινοί·
καὶ
ὁ
κύριος
ὁ
θεὸς
τῶν
πνευμάτων
τῶν
προφητῶν,
ἀπέστειλεν
τὸν
ἄγγελον
αὐτοῦ
δεῖξαι
τοῖς
δούλοις
αὐτοῦ
ἃ
δεῖ
γενέσθαι
ἐν
τάχει.
7καί,
Ἰδού,
ἔρχομαι
ταχύ.
μακάριος
ὁ
τηρῶν
τοὺς
λόγους
τῆς
προφητείας
τοῦ
βιβλίου
τούτου.
8κἀγώ,
Ἰωάννης,
ὁ
ἀκούων
καὶ
βλέπων
ταῦτα.
καὶ
ὅτε
ἤκουσα
καὶ
ἔβλεψα,
ἔπεσα
προσκυνῆσαι
ἔμπροσθεν
τῶν
ποδῶν
τοῦ
ἀγγέλου
τοῦ
δεικνύοντός
μοι
ταῦτα.
9καὶ
λέγει
μοι,
̔Όρα,
μή·
σύνδουλός
σού
εἰμι
καὶ
τῶν
ἀδελφῶν
σου
τῶν
προφητῶν,
καὶ
τῶν
τηρούντων
τοὺς
λόγους
τοῦ
βιβλίου
τούτου·
τῷ
θεῷ
προσκύνησον.
10καὶ
λέγει
μοι,
Μὴ
σφραγίσῃς
τοὺς
λόγους
τῆς
προφητείας
τοῦ
βιβλίου
τούτου,
ὁ
καιρὸς
γὰρ
ἐγγύς
ἐστιν.
11ὁ
ἀδικῶν
ἀδικησάτω
ἔτι·
καὶ
ὁ
ῥυπαρός,
ῥυπανθήτω
ἔτι·
καὶ
ὁ
δίκαιος,
δικαιοσύνην
ποιησάτω
ἔτι·
καὶ
ὁ
ἅγιος,
ἁγιασθήτω
ἔτι.
12ἰδού,
ἔρχομαι
ταχύ,
καὶ
ὁ
μισθός
μου
μετ᾽
ἐμοῦ
ἀποδοῦναι
ἑκάστῳ
ὡς
τὸ
ἔργον
ἐστὶν
αὐτοῦ.
13ἐγὼ
τὸ
ἄλφα
καὶ
τὸ
ὦ,
ὁ
πρῶτος
καὶ
ὁ
ἔσχατος,
ἡ
ἀρχὴ
καὶ
τὸ
τέλος.
14μακάριοι
οἱ
πλύνοντες
τὰς
στολὰς
αὐτῶν·
ἵνα
ἔσται
ἡ
ἐξουσία
αὐτῶν
ἐπὶ
τὸ
ξύλον
τῆς
ζωῆς
καὶ
τοῖς
πυλῶσιν
εἰσέλθωσιν
εἰς
τὴν
πόλιν.
15ἔξω
οἱ
κύνες—
καὶ
οἱ
φάρμακοι,
καὶ
οἱ
πόρνοι,
καὶ
οἱ
φονεῖς,
καὶ
οἱ
εἰδωλολάτραι,
καὶ
πᾶς
φιλῶν
καὶ
ποιῶν
ψεῦδος.
16ἐγώ,
Ἰησοῦς,
ἔπεμψα
τὸν
ἄγγελόν
μου
μαρτυρῆσαι
ὑμῖν
ταῦτα
ἐπὶ
ταῖς
ἐκκλησίαις.
ἐγώ
εἰμι
ἡ
ῥίζα
καὶ
τὸ
γένος
Δαυείδ·
ὁ
ἀστὴρ
ὁ
λαμπρός,
ὁ
πρωινός.
17καὶ
τὸ
πνεῦμα
καὶ
ἡ
νύμφη
λέγουσιν,
̓Έρχου.
καὶ
ὁ
ἀκούων
εἰπάτω,
̓Έρχου.
καὶ
ὁ
διψῶν
ἐρχέσθω—
ὁ
θέλων·
λαβέτω
ὕδωρ
ζωῆς
δωρεάν.
18μαρτυρῶ
ἐγὼ
παντὶ
τῷ
ἀκούοντι
τοὺς
λόγους
τῆς
προφητείας
τοῦ
βιβλίου
τούτου·
ἐάν
τις
ἐπιθῇ
ἐπ᾽
αὐτά,
ἐπιθήσει
ὁ
θεὸς
ἐπ᾽
αὐτὸν
τὰς
πληγὰς
τὰς
γεγραμμένας
ἐν
τῷ
βιβλίῳ
τούτῳ.
19καὶ
ἐάν
τις
ἀφέλῃ
ἀπὸ
τῶν
λόγων
τοῦ
βιβλίου
τῆς
προφητείας
ταύτης,
ἀφελεῖ
ὁ
θεὸς
τὸ
μέρος
αὐτοῦ
ἀπὸ
τοῦ
ξύλου
τῆς
ζωῆς
καὶ
ἐκ
τῆς
πόλεως
τῆς
ἁγίας
τῶν
γεγραμμένων
ἐν
τῷ
βιβλίῳ
τούτῳ.
20λέγει
ὁ
μαρτυρῶν
ταῦτα,
Ναί,
ἔρχομαι
ταχύ.
ἀμήν·
ἔρχου,
κύριε
Ἰησοῦ.
21ἡ
χάρις
τοῦ
κυρίου
Ἰησοῦ
μετὰ
τῶν
ἁγίων.