Rev 2:1-29
Revelation 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1τῷ
ἀγγέλῳ
τῆς
ἐν
Ἐφέσῳ
ἐκκλησίας
γράψον.
τάδε
λέγει
ὁ
κρατῶν
τοὺς
ἑπτὰ
ἀστέρας
ἐν
τῇ
δεξιᾷ
αὐτοῦ,
ὁ
περιπατῶν
ἐν
μέσῳ
τῶν
ἑπτὰ
λυχνιῶν
τῶν
χρυσῶν·
2Οἶδα
τὰ
ἔργα
σου·
καὶ
τὸν
κόπον
καὶ
τὴν
ὑπομονήν
σου.
καὶ
ὅτι
οὐ
δύνῃ
βαστάσαι
κακούς.
καὶ
ἐπείρασας
τοὺς
λέγοντας
ἑαυτοὺς
ἀποστόλους
καὶ
οὐκ
εἰσίν.
καὶ
εὗρες
αὐτοὺς
ψευδεῖς.
3καὶ
ὑπομονὴν
ἔχεις
καὶ
ἐβάστασας
διὰ
τὸ
ὄνομά
μου
καὶ
οὐ
κεκοπίακες.
4ἀλλὰ
ἔχω
κατὰ
σοῦ·
ὅτι
τὴν
ἀγάπην
σου
τὴν
πρώτην
ἀφῆκες.
5μνημόνευε
οὖν
πόθεν
πέπτωκες.
καὶ
μετανόησον
καὶ
τὰ
πρῶτα
ἔργα
ποίησον.
εἰ
δὲ
μή,
ἔρχομαί
σοι
καὶ
κινήσω
τὴν
λυχνίαν
σου
ἐκ
τοῦ
τόπου
αὐτῆς
ἐὰν
μὴ
μετανοήσῃς.
6ἀλλὰ
τοῦτο
ἔχεις·
ὅτι
μισεῖς
τὰ
ἔργα
τῶν
Νικολαϊτῶν,
ἃ
κἀγὼ
μισῶ.
7ὁ
ἔχων
οὖς
ἀκουσάτω
τί
τὸ
πνεῦμα
λέγει
ταῖς
ἐκκλησίαις·
τῷ
νικῶντι
δώσω
αὐτῷ
φαγεῖν
ἐκ
τοῦ
ξύλου
τῆς
ζωῆς
ὅ
ἐστιν
ἐν
τῷ
παραδείσῳ
τοῦ
θεοῦ.
8καὶ
τῷ
ἀγγέλῳ
τῆς
ἐν
Σμύρνῃ
ἐκκλησίας
γράψον.
τάδε
λέγει
ὁ
πρῶτος
καὶ
ὁ
ἔσχατος,
ὃς
ἐγένετο
νεκρὸς
καὶ
ἔζησεν·
9Οἶδά
σου
τὴν
θλῖψιν
καὶ
τὴν
πτωχείαν—
ἀλλὰ
πλούσιος
εἶ·
καὶ
τὴν
βλασφημίαν
ἐκ
τῶν
λεγόντων
Ἰουδαίους
εἶναι
ἑαυτούς,
καὶ
οὐκ
εἰσίν,
ἀλλὰ
συναγωγὴ
τοῦ
Σατανᾶ.
10μὴ
φοβοῦ
ἃ
μέλλεις
πάσχειν·
ἰδοὺ
μέλλει
βάλλειν
ὁ
διάβολος
ἐξ
ὑμῶν
εἰς
φυλακὴν
ἵνα
πειρασθῆτε·
καὶ
ἕξετε
θλῖψιν
Ἡμερῶν
δέκα.
γίνου
πιστὸς
ἄχρι
θανάτου,
καὶ
δώσω
σοι
τὸν
στέφανον
τῆς
ζωῆς.
11ὁ
ἔχων
οὖς
ἀκουσάτω
τί
τὸ
πνεῦμα
λέγει
ταῖς
ἐκκλησίαις.
ὁ
νικῶν
οὐ
μὴ
ἀδικηθῇ
ἐκ
τοῦ
θανάτου
τοῦ
δευτέρου.
12καὶ
τῷ
ἀγγέλῳ
τῆς
ἐν
Περγάμῳ
ἐκκλησίας
γράψον.
τάδε
λέγει
ὁ
ἔχων
τὴν
ῥομφαίαν
τὴν
δίστομον
τὴν
ὀξεῖαν·
13Οἶδα
ποῦ
κατοικεῖς
ὅπου
ὁ
θρόνος
τοῦ
Σατανᾶ,
καὶ
κρατεῖς
τὸ
ὄνομά
μου.
καὶ
οὐκ
ἠρνήσω
τὴν
πίστιν
μου
καὶ
ἐν
ταῖς
ἡμέραις
Ἀντίπας,
ὁ
μάρτυς
μου
ὁ
πιστός
μου,
ὃς
ἀπεκτάνθη
παρ᾽
ὑμῖν,
ὅπου
ὁ
Σατανᾶς
κατοικεῖ.
14ἀλλὰ
ἔχω
κατὰ
σοῦ
ὀλίγα·
ὅτι
ἔχεις
ἐκεῖ
κρατοῦντας
τὴν
διδαχὴν
Βαλαάμ,
ὃς
ἐδίδασκεν
τῷ
Βαλὰκ
βαλεῖν
σκάνδαλον
ἐνώπιον
τῶν
υἱῶν
Ἰσραήλ·
φαγεῖν
εἰδωλόθυτα
καὶ
πορνεῦσαι.
15οὕτως
ἔχεις
καὶ
σὺ
κρατοῦντας
τὴν
διδαχὴν
Νικολαϊτῶν,
ὁμοίως.
16μετανόησον
οὖν,
εἰ
δὲ
μή
ἔρχομαί
σοι
ταχύ
καὶ
πολεμήσω
μετ᾽
αὐτῶν
ἐν
τῇ
ῥομφαίᾳ
τοῦ
στόματός
μου.
17ὁ
ἔχων
οὖς
ἀκουσάτω
τί
τὸ
πνεῦμα
λέγει
ταῖς
ἐκκλησίαις·
τῷ
νικῶντι
δώσω
αὐτῷ
τοῦ
μάννα
τοῦ
κεκρυμμένου.
καὶ
δώσω
αὐτῷ
ψῆφον
λευκήν,
καὶ
ἐπὶ
τὴν
ψῆφον
ὄνομα
καινὸν
γεγραμμένον
ὃ
οὐδεὶς
οἶδεν
εἰ
μὴ
ὁ
λαμβάνων·
18καὶ
τῷ
ἀγγέλῳ
τῆς
ἐν
Θυατείροις
ἐκκλησίας
γράψον.
τάδε
λέγει
ὁ
υἱὸς
τοῦ
θεοῦ,
ὁ
ἔχων
τοὺς
ὀφθαλμοὺς
αὐτοῦ
ὡς
φλόγα
πυρός,
καὶ
οἱ
πόδες
αὐτοῦ
ὅμοιοι
χαλκολιβάνῳ·
19Οἶδά
σου
τὰ
ἔργα—
καὶ
τὴν
ἀγάπην,
καὶ
τὴν
πίστιν,
καὶ
τὴν
διακονίαν,
καὶ
τὴν
ὑπομονήν
σου·
καὶ
τὰ
ἔργα
σου
τὰ
ἔσχατα
πλείονα
τῶν
πρώτων.
20ἀλλὰ
ἔχω
κατὰ
σοῦ·
ὅτι
ἀφεῖς
τὴν
γυναῖκα—
Ἰεζάβελ
ἡ
λέγουσα
ἑαυτὴν
προφῆτιν—
καὶ
διδάσκει
καὶ
πλανᾷ
τοὺς
ἐμοὺς
δούλους,
πορνεῦσαι
καὶ
φαγεῖν
εἰδωλόθυτα.
21καὶ
ἔδωκα
αὐτῇ
χρόνον
ἵνα
μετανοήσῃ,
καὶ
οὐ
θέλει
μετανοῆσαι
ἐκ
τῆς
πορνείας
αὐτῆς.
22ἰδού,
βάλλω
αὐτὴν
εἰς
κλίνην,
καὶ
τοὺς
μοιχεύοντας
μετ᾽
αὐτῆς
εἰς
θλῖψιν
μεγάλην,
ἐὰν
μὴ
μετανοήσουσιν
ἐκ
τῶν
ἔργων
αὐτῆς.
23καὶ
τὰ
τέκνα
αὐτῆς
ἀποκτενῶ
ἐν
θανάτῳ.
καὶ
γνώσονται
πᾶσαι
αἱ
ἐκκλησίαι
ὅτι
ἐγώ
εἰμι
ὁ
ἐραυνῶν
νεφροὺς
καὶ
καρδίας.
καὶ
δώσω
ὑμῖν
ἑκάστῳ
κατὰ
τὰ
ἔργα
ὑμῶν.
24ὑμῖν
δὲ
λέγω
τοῖς
λοιποῖς
τοῖς
ἐν
Θυατείροις
ὅσοι
οὐκ
ἔχουσιν
τὴν
διδαχὴν
ταύτην
οἵτινες
οὐκ
ἔγνωσαν
(τὰ
βαθέα
τοῦ
Σατανᾶ—
ὡς
λέγουσιν).
οὐ
βάλλω
ἐφ᾽
ὑμᾶς
ἄλλο
βάρος
25πλὴν
ὃ
ἔχετε
κρατήσατε
ἄχρι
οὗ
ἂν
ἥξω.
26καὶ
ὁ
νικῶν,
καὶ
ὁ
τηρῶν
ἄχρι
τέλους
τὰ
ἔργα
μου,
δώσω
αὐτῷ
ἐξουσίαν
ἐπὶ
τῶν
ἐθνῶν.
27καὶ
ποιμανεῖ
αὐτοὺς
ἐν
ῥάβδῳ
σιδηρᾷ
ὡς
τὰ
σκεύη
τὰ
κεραμικὰ
συντρίβεται.
28ὡς
κἀγὼ
εἴληφα
παρὰ
τοῦ
πατρός
μου,
καὶ
δώσω
αὐτῷ
τὸν
ἀστέρα
τὸν
πρωινόν.
29ὁ
ἔχων
οὖς
ἀκουσάτω
τί
τὸ
πνεῦμα
λέγει
ταῖς
ἐκκλησίαις.