Rev 3:1-22
Revelation 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
τῷ
ἀγγέλῳ
τῆς
ἐν
Σάρδεσιν
ἐκκλησίας
γράψον.
τάδε
λέγει
ὁ
ἔχων
τὰ
ἑπτὰ
πνεύματα
τοῦ
θεοῦ
καὶ
τοὺς
ἑπτὰ
ἀστέρας·
Οἶδά
σου
τὰ
ἔργα,
ὅτι
ὄνομα
ἔχεις
ὅτι
ζῇς—
καὶ
νεκρὸς
εἶ.
2γίνου
γρηγορῶν·
καὶ
στήρισον
τὰ
λοιπά,
ἃ
ἔμελλον
ἀποθανεῖν.
οὐ
γὰρ
εὕρηκά
σου
ἔργα
πεπληρωμένα
ἐνώπιον
τοῦ
θεοῦ
μου.
3μνημόνευε
οὖν
πῶς
εἴληφας
καὶ
ἤκουσας·
καὶ
τήρει·
καὶ
μετανόησον.
ἐὰν
οὖν
μὴ
γρηγορήσῃς,
ἥξω
ὡς
κλέπτης,
καὶ
οὐ
μὴ
γνῷς
ποίαν
ὥραν
ἥξω
ἐπὶ
σέ.
4ἀλλὰ
ἔχεις
ὀλίγα
ὀνόματα
ἐν
Σάρδεσιν
ἃ
οὐκ
ἐμόλυναν
τὰ
ἱμάτια
αὐτῶν.
καὶ
περιπατήσουσιν
μετ᾽
ἐμοῦ
ἐν
λευκοῖς,
ὅτι
ἄξιοί
εἰσιν.
5ὁ
νικῶν
οὕτως
περιβαλεῖται
ἐν
ἱματίοις
λευκοῖς.
καὶ
οὐ
μὴ
ἐξαλείψω
τὸ
ὄνομα
αὐτοῦ
ἐκ
τῆς
βίβλου
τῆς
ζωῆς,
καὶ
ὁμολογήσω
τὸ
ὄνομα
αὐτοῦ
ἐνώπιον
τοῦ
πατρός
μου
καὶ
ἐνώπιον
τῶν
ἀγγέλων
αὐτοῦ.
6ὁ
ἔχων
οὖς
ἀκουσάτω
τί
τὸ
πνεῦμα
λέγει
ταῖς
ἐκκλησίαις.
7καὶ
τῷ
ἀγγέλῳ
τῆς
ἐν
Φιλαδελφείᾳ
ἐκκλησίας
γράψον.
τάδε
λέγει
ὁ
ἅγιος
ὁ
ἀληθινός,
ὁ
ἔχων
τὴν
κλεῖν
Δαυείδ·
ὁ
ἀνοίγων,
καὶ
οὐδεὶς
κλείσει·
καὶ
κλείων,
καὶ
οὐδεὶς
ἀνοίγει·
8Οἶδά
σου
τὰ
ἔργα,
ἰδοὺ
δέδωκα
ἐνώπιόν
σου
θύραν
ἠνεῳγμένην
ἣν
οὐδεὶς
δύναται
κλεῖσαι
αὐτήν·
ὅτι
μικρὰν
ἔχεις
δύναμιν,
καὶ
ἐτήρησάς
μου
τὸν
λόγον
καὶ
οὐκ
ἠρνήσω
τὸ
ὄνομά
μου.
9ἰδού·
διδῶ
ἐκ
τῆς
συναγωγῆς
τοῦ
Σατανᾶ—
τῶν
λεγόντων
ἑαυτοὺς
Ἰουδαίους
εἶναι
καὶ
οὐκ
εἰσὶν
ἀλλὰ
ψεύδονται—
ἰδοὺ
ποιήσω
αὐτούς,
ἵνα
ἥξουσιν
καὶ
προσκυνήσουσιν
ἐνώπιον
τῶν
ποδῶν
σου.
καὶ
γνῶσιν
ὅτι
ἐγὼ
ἠγάπησά
σε.
10ὅτι
ἐτήρησας
τὸν
λόγον
τῆς
ὑπομονῆς
μου,
κἀγώ
σε
τηρήσω
ἐκ
τῆς
ὥρας
τοῦ
πειρασμοῦ
τῆς
μελλούσης
ἔρχεσθαι
ἐπὶ
τῆς
οἰκουμένης
ὅλης
πειράσαι
τοὺς
κατοικοῦντας
ἐπὶ
τῆς
γῆς.
11ἔρχομαι
ταχύ·
κράτει
ὃ
ἔχεις,
ἵνα
μηδεὶς
λάβῃ
τὸν
στέφανόν
σου.
12ὁ
νικῶν
ποιήσω
αὐτὸν
στῦλον
ἐν
τῷ
ναῷ
τοῦ
θεοῦ
μου,
καὶ
ἔξω
οὐ
μὴ
ἐξέλθῃ
ἔτι.
καὶ
γράψω
ἐπ᾽
αὐτὸν
τὸ
ὄνομα
τοῦ
θεοῦ
μου,
καὶ
τὸ
ὄνομα
τῆς
πόλεως
τοῦ
θεοῦ
μου—
τῆς
καινῆς
Ἰερουσαλὴμ
ἡ
καταβαίνουσα
ἐκ
τοῦ
οὐρανοῦ
ἀπὸ
τοῦ
θεοῦ
μου·
καὶ
τὸ
ὄνομά
μου
τὸ
καινόν.
13ὁ
ἔχων
οὖς
ἀκουσάτω
τί
τὸ
πνεῦμα
λέγει
ταῖς
ἐκκλησίαις.
14καὶ
τῷ
ἀγγέλῳ
τῆς
ἐν
Λαοδικείᾳ
ἐκκλησίας
γράψον.
τάδε
λέγει
ὁ
ἀμήν—
ὁ
μάρτυς
ὁ
πιστὸς
καὶ
ἀληθινός,
ἡ
ἀρχὴ
τῆς
κτίσεως
τοῦ
θεοῦ·
15Οἶδά
σου
τὰ
ἔργα,
ὅτι
οὔτε
ψυχρὸς
εἶ
οὔτε
ζεστός·
ὄφελον
ψυχρὸς
ἦς
ἢ
ζεστός.
16οὕτως
ὅτι
χλιαρὸς
εἶ
καὶ
οὔτε
ζεστὸς
οὔτε
ψυχρός,
μέλλω
σε
ἐμέσαι
ἐκ
τοῦ
στόματός
μου.
17ὅτι
λέγεις
ὅτι,
Πλούσιός
εἰμι
καὶ
πεπλούτηκα·
καὶ
οὐδὲν
χρείαν
ἔχω.
καὶ
οὐκ
οἶδας
ὅτι
σὺ
εἶ
ὁ
ταλαίπωρος
καὶ
ἐλεεινὸς
καὶ
πτωχὸς
καὶ
τυφλὸς
καὶ
γυμνός.
18συμβουλεύω
σοι
ἀγοράσαι
παρ᾽
ἐμοῦ
χρυσίον—
πεπυρωμένον
ἐκ
πυρός·
ἵνα
πλουτήσῃς.
καὶ
ἱμάτια
λευκὰ
ἵνα
περιβάλῃ
καὶ
μὴ
φανερωθῇ
ἡ
αἰσχύνη
τῆς
γυμνότητός
σου·
καὶ
κολλούριον
ἐγχρῖσαι
τοὺς
ὀφθαλμούς
σου
ἵνα
βλέπῃς.
19ἐγὼ
ὅσους
ἐὰν
φιλῶ
ἐλέγχω
καὶ
παιδεύω.
ζήλευε
οὖν
καὶ
μετανόησον.
20ἰδού·
ἕστηκα
ἐπὶ
τὴν
θύραν
καὶ
κρούω.
ἐάν
τις
ἀκούσῃ
τῆς
φωνῆς
μου
καὶ
ἀνοίξῃ
τὴν
θύραν,
εἰσελεύσομαι
πρὸς
αὐτόν,
καὶ
δειπνήσω
μετ᾽
αὐτοῦ
καὶ
αὐτὸς
μετ᾽
ἐμοῦ.
21ὁ
νικῶν
δώσω
αὐτῷ
καθίσαι
μετ᾽
ἐμοῦ
ἐν
τῷ
θρόνῳ
μου,
ὡς
κἀγὼ
ἐνίκησα
καὶ
ἐκάθισα
μετὰ
τοῦ
πατρός
μου
ἐν
τῷ
θρόνῳ
αὐτοῦ.
22ὁ
ἔχων
οὖς
ἀκουσάτω
τί
τὸ
πνεῦμα
λέγει
ταῖς
ἐκκλησίαις.