Rev 5:1-14
Revelation 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
εἶδον
ἐπὶ
τὴν
δεξιὰν
τοῦ
καθημένου
ἐπὶ
τοῦ
θρόνου·
βιβλίον
γεγραμμένον
ἔσωθεν
καὶ
ὄπισθεν,
κατεσφραγισμένον
σφραγῖσιν
ἑπτά.
2καὶ
εἶδον
ἄγγελον
ἰσχυρόν,
κηρύσσοντα
ἐν
φωνῇ
μεγάλῃ·
Τίς
ἄξιος
ἀνοῖξαι
τὸ
βιβλίον
καὶ
λῦσαι
τὰς
σφραγῖδας
αὐτοῦ;
3καὶ
οὐδεὶς
ἐδύνατο
ἐν
τῷ
οὐρανῷ
οὐδὲ
ἐπὶ
τῆς
γῆς
οὐδὲ
ὑποκάτω
τῆς
γῆς
ἀνοῖξαι
τὸ
βιβλίον
οὔτε
βλέπειν
αὐτό.
4καὶ
ἔκλαιον
πολύ
ὅτι
οὐδεὶς
ἄξιος
εὑρέθη
ἀνοῖξαι
τὸ
βιβλίον
οὔτε
βλέπειν
αὐτό.
5καὶ
εἷς
ἐκ
τῶν
πρεσβυτέρων
λέγει
μοι,
Μὴ
κλαῖε·
ἰδού,
ἐνίκησεν
ὁ
λέων
ὁ
ἐκ
τῆς
φυλῆς
Ἰούδα,
ἡ
ῥίζα
Δαυείδ,
ἀνοῖξαι
τὸ
βιβλίον
καὶ
τὰς
ἑπτὰ
σφραγῖδας
αὐτοῦ.
6καὶ
εἶδον
ἐν
μέσῳ
τοῦ
θρόνου
καὶ
τῶν
τεσσάρων
ζῴων
καὶ
ἐν
μέσῳ
τῶν
πρεσβυτέρων
ἀρνίον
ἑστηκὸς
ὡς
ἐσφαγμένον·
ἔχων
κέρατα
ἑπτὰ
καὶ
ὀφθαλμοὺς
ἑπτά,
οἵ
εἰσιν
τὰ
ἑπτὰ
πνεύματα
τοῦ
θεοῦ
ἀπεσταλμένοι
εἰς
πᾶσαν
τὴν
γῆν.
7καὶ
ἦλθεν
καὶ
εἴληφεν
ἐκ
τῆς
δεξιᾶς
τοῦ
καθημένου
ἐπὶ
τοῦ
θρόνου.
8καὶ
ὅτε
ἔλαβεν
τὸ
βιβλίον,
τὰ
τέσσερα
ζῷα
καὶ
οἱ
εἴκοσι
τέσσαρες
πρεσβύτεροι
ἔπεσαν
ἐνώπιον
τοῦ
ἀρνίου·
ἔχοντες
ἕκαστος
κιθάραν,
καὶ
φιάλας
χρυσᾶς
γεμούσας
θυμιαμάτων,
αἵ
εἰσιν
αἱ
προσευχαὶ
τῶν
ἁγίων.
9καὶ
ᾄδουσιν
ᾠδὴν
καινὴν
λέγοντες·
̓Άξιος
εἶ
λαβεῖν
τὸ
βιβλίον
καὶ
ἀνοῖξαι
τὰς
σφραγῖδας
αὐτοῦ.
ὅτι
ἐσφάγης,
καὶ
ἠγόρασας
τῷ
θεῷ
ἐν
τῷ
αἵματί
σου
ἐκ
πάσης
φυλῆς
καὶ
γλώσσης
καὶ
λαοῦ
καὶ
ἔθνους.
10καὶ
ἐποίησας
αὐτοὺς
τῷ
θεῷ
ἡμῶν
βασιλείαν
καὶ
ἱερεῖς.
καὶ
βασιλεύσουσιν
ἐπὶ
τῆς
γῆς.
11καὶ
εἶδον,
καὶ
ἤκουσα
φωνὴν
ἀγγέλων
πολλῶν
κύκλῳ
τοῦ
θρόνου
καὶ
τῶν
ζῴων
καὶ
τῶν
πρεσβυτέρων,
καὶ
ἦν
ὁ
ἀριθμὸς
αὐτῶν
μυριάδες
μυριάδων
καὶ
χιλιάδες
χιλιάδων.
12λέγοντες
φωνῇ
μεγάλῃ·
̓Άξιόν
ἐστιν
τὸ
ἀρνίον,
τὸ
ἐσφαγμένον·
λαβεῖν
τὴν
δύναμιν
καὶ
πλοῦτον
καὶ
σοφίαν
καὶ
ἰσχὺν
καὶ
τιμὴν
καὶ
δόξαν
καὶ
εὐλογίαν.
13καὶ
πᾶν
κτίσμα
ὃ
ἐν
τῷ
οὐρανῷ
καὶ
ἐπὶ
τῆς
γῆς
καὶ
ὑποκάτω
τῆς
γῆς
καὶ
ἐπὶ
τῆς
θαλάσσης·
καὶ
τὰ
ἐν
αὐτοῖς
πάντα
ἤκουσα
λέγοντας·
Τῷ
καθημένῳ
ἐπὶ
τῷ
θρόνῳ
καὶ
τῷ
ἀρνίῳ
ἡ
εὐλογία
καὶ
ἡ
τιμὴ
καὶ
ἡ
δόξα
καὶ
τὸ
κράτος
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων.
14καὶ
τὰ
τέσσερα
ζῷα
ἔλεγον,
ἀμήν.
καὶ
οἱ
πρεσβύτεροι
ἔπεσαν
καὶ
προσεκύνησαν.