Rev 7:1-17
Revelation 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1μετὰ
τοῦτο
εἶδον
τέσσαρας
ἀγγέλους
ἑστῶτας
ἐπὶ
τὰς
τέσσαρας
γωνίας
τῆς
γῆς,
κρατοῦντας
τοὺς
τέσσαρας
ἀνέμους
τῆς
γῆς
ἵνα
μὴ
πνέῃ
ἄνεμος
ἐπὶ
τῆς
γῆς
μήτε
ἐπὶ
τῆς
θαλάσσης,
μήτε
ἐπὶ
πᾶν
δένδρον.
2καὶ
εἶδον
ἄλλον
ἄγγελον
ἀναβαίνοντα
ἀπὸ
ἀνατολῆς
ἡλίου,
ἔχοντα
σφραγῖδα
θεοῦ
ζῶντος.
καὶ
ἔκραξεν
φωνῇ
μεγάλῃ
τοῖς
τέσσαρσιν
ἀγγέλοις,
οἷς
ἐδόθη
αὐτοῖς
ἀδικῆσαι
τὴν
γῆν
καὶ
τὴν
θάλασσαν,
3λέγων,
Μὴ
ἀδικήσητε
τὴν
γῆν
μήτε
τὴν
θάλασσαν
μήτε
τὰ
δένδρα
ἄχρι
σφραγίσωμεν
τοὺς
δούλους
τοῦ
θεοῦ
ἡμῶν
ἐπὶ
τῶν
μετώπων
αὐτῶν.
4καὶ
ἤκουσα
τὸν
ἀριθμὸν
τῶν
ἐσφραγισμένων—
ἑκατὸν
τεσσεράκοντα
τέσσαρες
χιλιάδες
ἐσφραγισμένοι
ἐκ
πάσης
φυλῆς
υἱῶν
Ἰσραήλ·
5ἐκ
φυλῆς
Ἰούδα
δώδεκα
χιλιάδες
ἐσφραγισμένοι
ἐκ
φυλῆς
Ῥουβὴν
δώδεκα
χιλιάδες
ἐκ
φυλῆς
Γὰδ
δώδεκα
χιλιάδες
6ἐκ
φυλῆς
Ἀσὴρ
δώδεκα
χιλιάδες
ἐκ
φυλῆς
Νεφθαλὶμ
δώδεκα
χιλιάδες
ἐκ
φυλῆς
Μανασσῆ
δώδεκα
χιλιάδες
7ἐκ
φυλῆς
Συμεὼν
δώδεκα
χιλιάδες
ἐκ
φυλῆς
Λευεὶ
δώδεκα
χιλιάδες
ἐκ
φυλῆς
Ἰσσαχὰρ
δώδεκα
χιλιάδες
8ἐκ
φυλῆς
Ζαβουλὼν
δώδεκα
χιλιάδες
ἐκ
φυλῆς
Ἰωσὴφ
δώδεκα
χιλιάδες
ἐκ
φυλῆς
Βενιαμεὶν
δώδεκα
χιλιάδες
ἐσφραγισμένοι
9μετὰ
ταῦτα
εἶδον
καὶ
ἰδοὺ
ὄχλος
πολύς,
ὃν
ἀριθμῆσαι
αὐτὸν
οὐδεὶς
ἐδύνατο,
ἐκ
παντὸς
ἔθνους
καὶ
φυλῶν
καὶ
λαῶν
καὶ
γλωσσῶν,
ἑστῶτες
ἐνώπιον
τοῦ
θρόνου
καὶ
ἐνώπιον
τοῦ
ἀρνίου·
περιβεβλημένους
στολὰς
λευκάς
καὶ
φοίνικες
ἐν
ταῖς
χερσὶν
αὐτῶν.
10καὶ
κράζουσι
φωνῇ
μεγάλῃ
λέγοντες,
Ἡ
σωτηρία
τῷ
θεῷ
ἡμῶν
τῷ
καθημένῳ
ἐπὶ
τῷ
θρόνῳ
καὶ
τῷ
ἀρνίῳ.
11καὶ
πάντες
οἱ
ἄγγελοι
εἱστήκεισαν
κύκλῳ
τοῦ
θρόνου
καὶ
τῶν
πρεσβυτέρων
καὶ
τῶν
τεσσάρων
ζῴων.
καὶ
ἔπεσαν
ἐνώπιον
τοῦ
θρόνου
ἐπὶ
τὰ
πρόσωπα
αὐτῶν
καὶ
προσεκύνησαν
τῷ
θεῷ.
12λέγοντες,
ἀμήν.
ἡ
εὐλογία
καὶ
ἡ
δόξα
καὶ
ἡ
σοφία
καὶ
ἡ
εὐχαριστία
καὶ
ἡ
τιμὴ
καὶ
ἡ
δύναμις
καὶ
ἡ
ἰσχὺς
τῷ
θεῷ
ἡμῶν
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων·
ἀμήν.
13καὶ
ἀπεκρίθη
εἷς
ἐκ
τῶν
πρεσβυτέρων
λέγων
μοι,
Οὗτοι
οἱ
περιβεβλημένοι
τὰς
στολὰς
τὰς
λευκὰς
τίνες
εἰσίν;
καὶ
πόθεν
ἦλθον;
14καὶ
εἴρηκα
αὐτῷ,
Κύριέ
μου,
σὺ
οἶδας.
καὶ
εἶπέν
μοι,
Οὗτοί
εἰσιν
οἱ
ἐρχόμενοι
ἐκ
τῆς
θλίψεως
τῆς
μεγάλης.
καὶ
ἔπλυναν
τὰς
στολὰς
αὐτῶν
καὶ
ἐλεύκαναν
αὐτὰς
ἐν
τῷ
αἵματι
τοῦ
ἀρνίου.
15διὰ
τοῦτό
εἰσιν
ἐνώπιον
τοῦ
θρόνου
τοῦ
θεοῦ
καὶ
λατρεύουσιν
αὐτῷ
ἡμέρας
καὶ
νυκτὸς
ἐν
τῷ
ναῷ
αὐτοῦ.
καὶ
ὁ
καθήμενος
ἐπὶ
τοῦ
θρόνου
σκηνώσει
ἐπ᾽
αὐτούς.
16οὐ
πεινάσουσιν
ἔτι
οὐδὲ
διψήσουσιν·
ἔτι
οὐδὲ
μὴ
πέσῃ
ἐπ᾽
αὐτοὺς
ὁ
ἥλιος
οὐδὲ
πᾶν
καῦμα.
17ὅτι
τὸ
ἀρνίον
τὸ
ἀνὰ
μέσον
τοῦ
θρόνου
ποιμανεῖ
αὐτούς.
καὶ
ὁδηγήσει
αὐτοὺς
ἐπὶ
ζωῆς
πηγὰς
ὑδάτων.
καὶ
ἐξαλείψει
ὁ
θεὸς
πᾶν
δάκρυον
ἐκ
τῶν
ὀφθαλμῶν
αὐτῶν.