Rev 8:1-13
Revelation 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
ὅταν
ἤνοιξεν
τὴν
σφραγῖδα
τὴν
ἑβδόμην,
ἐγένετο
σιγὴ
ἐν
τῷ
οὐρανῷ
ὡς
ἡμιώριον.
2καὶ
εἶδον
τοὺς
ἑπτὰ
ἀγγέλους
οἳ
ἐνώπιον
τοῦ
θεοῦ
ἑστήκασιν,
καὶ
ἐδόθησαν
αὐτοῖς
ἑπτὰ
σάλπιγγες.
3καὶ
ἄλλος
ἄγγελος
ἦλθεν
καὶ
ἐστάθη
ἐπὶ
τοῦ
θυσιαστηρίου
ἔχων
λιβανωτὸν
χρυσοῦν.
καὶ
ἐδόθη
αὐτῷ
θυμιάματα
πολλά
ἵνα
δώσει
ταῖς
προσευχαῖς
τῶν
ἁγίων
πάντων,
ἐπὶ
τὸ
θυσιαστήριον
τὸ
χρυσοῦν
τὸ
ἐνώπιον
τοῦ
θρόνου.
4καὶ
ἀνέβη
ὁ
καπνὸς
τῶν
θυμιαμάτων,
ταῖς
προσευχαῖς
τῶν
ἁγίων,
ἐκ
χειρὸς
τοῦ
ἀγγέλου
ἐνώπιον
τοῦ
θεοῦ.
5καὶ
εἴληφεν
ὁ
ἄγγελος
τὸν
λιβανωτόν
καὶ
ἐγέμισεν
αὐτὸν
ἐκ
τοῦ
πυρὸς
τοῦ
θυσιαστηρίου
καὶ
ἔβαλεν
εἰς
τὴν
γῆν·
καὶ
ἐγένοντο
βρονταὶ
καὶ
φωναί,
καὶ
ἀστραπαί,
καὶ
σεισμός.
6καὶ
οἱ
ἑπτὰ
ἄγγελοι
οἱ
ἔχοντες
τὰς
ἑπτὰ
σάλπιγγας
ἡτοίμασαν
αὑτοὺς
ἵνα
σαλπίσωσιν.
7καὶ
ὁ
πρῶτος
ἐσάλπισεν,
καὶ
ἐγένετο
χάλαζα
καὶ
πῦρ
μεμιγμένα
ἐν
αἵματι
καὶ
ἐβλήθη
εἰς
τὴν
γῆν·
καὶ
τὸ
τρίτον
τῆς
γῆς
κατεκάη,
καὶ
τὸ
τρίτον
τῶν
δένδρων
κατεκάη,
καὶ
πᾶς
χόρτος
χλωρὸς
κατεκάη.
8καὶ
ὁ
δεύτερος
ἄγγελος
ἐσάλπισεν,
καὶ
ὡς
ὄρος
μέγα
πυρὶ
καιόμενον
ἐβλήθη
εἰς
τὴν
θάλασσαν.
καὶ
ἐγένετο
τὸ
τρίτον
τῆς
θαλάσσης
αἷμα,
9καὶ
ἀπέθανε
τὸ
τρίτον
τῶν
κτισμάτων
τῶν
ἐν
τῇ
θαλάσσῃ
τὰ
ἔχοντα
ψυχάς,
καὶ
τὸ
τρίτον
τῶν
πλοίων
διεφθάρησαν.
10καὶ
ὁ
τρίτος
ἄγγελος
ἐσάλπισεν,
καὶ
ἔπεσεν
ἐκ
τοῦ
οὐρανοῦ
ἀστὴρ
μέγας,
καιόμενος
ὡς
λαμπάς.
καὶ
ἔπεσεν
ἐπὶ
τὸ
τρίτον
τῶν
ποταμῶν
καὶ
ἐπὶ
τὰς
πηγὰς
τῶν
ὑδάτων·
11καὶ
τὸ
ὄνομα
τοῦ
ἀστέρος
λέγεται
ὁ
̓Άψινθος.
καὶ
ἐγένετο
τὸ
τρίτον
τῶν
ὑδάτων
εἰς
ἄψινθον,
καὶ
πολλοὶ
τῶν
ἀνθρώπων
ἀπέθανον
ἐκ
τῶν
ὑδάτων
ὅτι
ἐπικράνθησαν.
12καὶ
ὁ
τέταρτος
ἄγγελος
ἐσάλπισεν,
καὶ
ἐπλήγη
τὸ
τρίτον
τοῦ
ἡλίου,
καὶ
τὸ
τρίτον
τῆς
σελήνης,
καὶ
τὸ
τρίτον
τῶν
ἀστέρων,
ἵνα
σκοτισθῇ·
τὸ
τρίτον
αὐτῶν
καὶ
ἡ
ἡμέρα
μὴ
φάνῃ
τὸ
τρίτον
αὐτῆς,
καὶ
ἡ
νὺξ
ὁμοίως.
13καὶ
εἶδον·
καὶ
ἤκουσα
ἑνὸς
ἀετοῦ
πετομένου
ἐν
μεσουρανήματι
λέγοντος
φωνῇ
μεγάλῃ,
Οὐαί,
οὐαί,
οὐαὶ
τοὺς
κατοικοῦντας
ἐπὶ
τῆς
γῆς
ἐκ
τῶν
λοιπῶν
φωνῶν
τῆς
σάλπιγγος
τῶν
τριῶν
ἀγγέλων
τῶν
μελλόντων
σαλπίζειν.