Titus 2:1-15
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1σὺ
δέ,
λάλει
ἃ
πρέπει
τῇ
ὑγιαινούσῃ
διδασκαλίᾳ.
2πρεσβύτας
νηφαλίους
εἶναι,
σεμνούς,
σώφρονας·
ὑγιαίνοντας
τῇ
πίστει
τῇ
ἀγάπῃ
τῇ
ὑπομονῇ.
3πρεσβύτιδας
ὡσαύτως,
ἐν
καταστήματι
ἱεροπρεπεῖς·
μὴ
διαβόλους
μηδὲ
οἴνῳ
πολλῷ
δεδουλωμένας·
καλοδιδασκάλους.
4ἵνα
σωφρονίζωσι
τὰς
νέας
φιλάνδρους
εἶναι
φιλοτέκνους,
5σώφρονας,
ἁγνάς,
οἰκουργούς,
ἀγαθάς,
ὑποτασσομένας
τοῖς
ἰδίοις
ἀνδράσιν·
ἵνα
μὴ
ὁ
λόγος
τοῦ
θεοῦ
βλασφημῆται.
6τοὺς
νεωτέρους
ὡσαύτως,
παρακάλει
σωφρονεῖν·
7περὶ
πάντα
σεαυτὸν
παρεχόμενος
τύπον
καλῶν
ἔργων·
ἐν
τῇ
διδασκαλίᾳ
ἀφθορίαν
σεμνότητα.
8λόγον
ὑγιῆ
ἀκατάγνωστον·
ἵνα
ὁ
ἐξ
ἐναντίας
ἐντραπῇ
μηδὲν
ἔχων
λέγειν
περὶ
ἡμῶν
φαῦλον.
9δούλους
ἰδίοις
δεσπόταις
ὑποτάσσεσθαι
ἐν
πᾶσιν
εὐαρέστους
εἶναι·
μὴ
ἀντιλέγοντας
10μὴ
νοσφιζομένους,
ἀλλὰ
πᾶσαν
πίστιν
ἐνδεικνυμένους
ἀγαθήν·
ἵνα
τὴν
διδασκαλίαν
τὴν
τοῦ
σωτῆρος
ἡμῶν
θεοῦ
κοσμῶσιν
ἐν
πᾶσιν.
11ἐπεφάνη
γὰρ
ἡ
χάρις
τοῦ
θεοῦ,
σωτήριος
πᾶσιν
ἀνθρώποις.
12παιδεύουσα
ἡμᾶς
ἵνα
ἀρνησάμενοι
τὴν
ἀσέβειαν
καὶ
τὰς
κοσμικὰς
ἐπιθυμίας·
σωφρόνως,
καὶ
δικαίως,
καὶ
εὐσεβῶς,
ζήσωμεν
ἐν
τῷ
νῦν
αἰῶνι,
13προσδεχόμενοι
τὴν
μακαρίαν
ἐλπίδα
καὶ
ἐπιφάνειαν
τῆς
δόξης
τοῦ
μεγάλου
θεοῦ
καὶ
σωτῆρος
ἡμῶν,
Ἰησοῦ
Χριστοῦ·
14ὃς
ἔδωκεν
ἑαυτὸν
ὑπὲρ
ἡμῶν,
ἵνα
λυτρώσηται
ἡμᾶς
ἀπὸ
πάσης
ἀνομίας,
καὶ
καθαρίσῃ
ἑαυτῷ
λαὸν
περιούσιον,
ζηλωτὴν
καλῶν
ἔργων.
15ταῦτα
λάλει
καὶ
παρακάλει,
καὶ
ἔλεγχε·
μετὰ
πάσης
ἐπιταγῆς,
μηδείς
σου
περιφρονείτω.