Matt. 1:2
Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ. Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ. Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ.
Matt. 1:3
Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρά (ἐκ τῆς Θάμαρ). Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ. Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ.
Matt. 1:4
Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ. Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών. Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών.
Matt. 1:5
Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοές (ἐκ τῆς Ῥαχάβ). Βοὲς δὲ ἐγέννησεν τὸν Ἰωβήδ (ἐκ τῆς Ῥούθ). Ἰωβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί.
Matt. 1:6
Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυεὶδ τὸν βασιλέα. Δαυεὶδ δὲ ἐγέννησεν τὸν Σολομῶνα (ἐκ τῆς τοῦ Οὐρίου).
Matt. 1:7
Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ. Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά. Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσάφ.
Matt. 1:8
Ἀσὰφ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ. Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ. Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζείαν.
Matt. 1:9
Ὀζείας δὲ ἐγέννησεν τὸν Ἰωαθάμ. Ἰωαθὰμ δὲ ἐγέννησεν τὸν ̓Άχας. ̓Άχας δὲ ἐγέννησεν τὸν Ἑζεκίαν.
Matt. 1:10
Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ. Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμώς. Ἀμὼς δὲ ἐγέννησεν τὸν Ἰωσείαν.
Matt. 1:11
Ἰωσείας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ (ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος).
Matt. 1:12
μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος· Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ. Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ.
Matt. 1:13
Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ. Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ. Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ.
Matt. 1:14
Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ. Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ. Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ.
Matt. 1:15
Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ. Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Μαθθάν. Μαθθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ.
Matt. 1:16
Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσήφ, τὸν ἄνδρα Μαρίας. ἐξ ἧς ἐγεννήθη Ἰησοῦς, ὁ λεγόμενος Χριστός.
Matt. 1:17
πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυεὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυεὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.
Matt. 1:18
τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν. μνηστευθείσης τῆς μητρὸς αὐτοῦ, Μαρίας, τῷ Ἰωσήφ. πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.
Matt. 1:19
Ἰωσήφ δέ, ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.
Matt. 1:20
ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ ἄγγελος κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ λέγων, Ἰωσὴφ υἱὸς Δαυείδ, μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου. τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου.
Matt. 1:21
τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
Matt. 1:23
Ἰδού. ἡ παρθένος ἐν γαστρὶ ἕξει. καὶ τέξεται υἱόν. καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον Μεθ᾽ ἡμῶν ὁ θεός.